§19.62.1ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ἀκούσας τὰ δεδογμένα τοῖς μετʼ Ἀντιγόνου Μακεδόσι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔγραψε καὶ αὐτὸς τὰ παραπλήσια, βουλόμενος εἰδέναι τοὺς Ἕλληνας ὅτι φροντίζει τῆς αὐτονομίας αὐτῶν οὐχ ἧττον Ἀντιγόνου·
これらのことが行われているのと同時に、プトレマイオスは、アンティゴノス側のマケドニア人たちによってギリシア人の自由に関して決議されたことを聞き、彼自身も同様のことを(書面で)書き、ギリシア人たちに、自分が彼らの自治をアンティゴノスに劣らず気にかけていることを知らせようとした。
§19.62.2οὐ γὰρ μικρὰν ῥοπὴν ὁρῶντες οὖσαν ἑκάτεροι προσλαβέσθαι τὴν τῶν Ἑλλήνων εὔνοιαν διημιλλῶντο πρὸς ἀλλήλους περὶ τῆς εἰς τούτους εὐεργεσίας.
なぜなら、両者はそれぞれギリシア人の好意を獲得することが少なからぬ影響力を持つことになると見て、彼らに対する恩恵をめぐって互いに競い合っていたからである。
προσελάβετο δʼ εἰς τὴν συμμαχίαν καὶ τὸν τῆς Καρίας σατράπην Κάσανδρον, ἰσχύοντα καὶ πόλεις ἔχοντα τεταγμένας ὑφʼ ἑαυτὸν οὐκ ὀλίγας.
また、プトレマイオスは、強力であり、自らの支配下に置かれた少なからぬ都市を持つ、カリアのサトラップであるカッサンドロスをも同盟に加えた。
§19.62.3προαπεσταλκὼς δὲ τοῖς ἐν Κύπρῳ βασιλεῦσι στρατιώτας τρισχιλίους ἐξέπεμψε τότε δύναμιν ἁδράν, σπεύδων συναναγκάσαι τοὺς ἐναντιοπραγοῦντας ποιεῖν τὸ προστασσόμενον.
彼はすでにキプロスの王たちに三千人の兵士を派遣していたが、そのとき強力な軍隊を送り出し、反対行動をとる者たちに、命じられたことを行うよう強制することを急いだ。
§19.62.4Μυρμιδόνα μὲν οὖν τὸν Ἀθηναῖον ἀπέστειλε μετὰ στρατιωτῶν μυρίων, Πολύκλειτον δὲ μετὰ νεῶν ἑκατόν, τῶν δὲ πάντων στρατηγὸν Μενέλαον τὸν ἀδελφόν.
そこで彼は、アテナイ人ミュルミドンを一万の兵とともに派遣し、ポリュクレイトスを百隻 of 船とともに、そして全体の将軍として自らの弟メネラオスを派遣した。
οὗτοι δὲ πλεύσαντες εἰς Κύπρον κἀκεῖ καταλαβόντες Σέλευκον μετὰ τοῦ στόλου συνήδρευσαν βουλευόμενοι τί χρὴ πράττειν.
彼らはキプロスへと航行し、そこでセレウコスが艦隊とともにいるのに合流すると、何をなすべきかを協議するために会議を開いた。
§19.62.5ἔδοξεν οὖν αὐτοῖς Πολύκλειτον μετὰ πεντήκοντα νεῶν πλεῖν εἰς Πελοπόννησον καὶ διαπολεμεῖν τοῖς περὶ Ἀριστόδημον καὶ Ἀλέξανδρον, ἔτι δὲ Πολυπέρχοντα, Μυρμιδόνα δὲ καὶ τοὺς ξένους εἰς Καρίαν, βοηθήσοντας τοῖς περὶ τὸν Κάσανδρον πολεμουμένοις ὑπὸ Πτολεμαίου τοῦ στρατηγοῦ, τοὺς δὲ περὶ τὸν Σέλευκον καὶ Μενέλαον ὑπολειφθέντας ἐν Κύπρῳ μετὰ Νικοκρέοντος τοῦ βασιλέως καὶ τῶν ἄλλων τῶν συμμαχούντων διαπολεμεῖν τοῖς ἐναντιουμένοις.
そこで彼らは、ポリュクレイトスが五十隻の船とともにペロポネソスへと航行し、アリストデモスやアレクサンドロス、さらにはポリュペルコンの陣営と戦い抜くこと、ミュルミドンと傭兵たちはカリアへと行き、将軍プトレマイオスによって攻撃されているカッサンドロスの陣営を援助すること、そしてセレウコスとメネラオスの陣営はキプロスに残り、王ニコクレオンやその他の同盟者たちとともに、敵対する者たちと戦い抜くことを決定した。
§19.62.6τοῦτον δὲ τὸν τρόπον τῆς δυνάμεως διαμερισθείσης οἱ περὶ Σέλευκον Κερυνίαν μὲν καὶ Λάπιθον ἐξεπολιόρκησαν, Στασίοικον δὲ τὸν βασιλέα τῶν Μαριέων προσαγαγόμενοι τὸν Ἀμαθουσίων δυνάστην ἠνάγκασαν ὅμηρα δοῦναι, τὴν δὲ τῶν Κιτίων πόλιν οὐ δυνάμενοι προσαγαγέσθαι συνεχῶς ἐπολιόρκουν πάσῃ τῇ δυνάμει.
このように軍隊が分割されると、セレウコスの陣営はケリュネイアとラピトスを包囲して陥落させ、マリエウス人の王スタシオイコスを帰順させ、アマトゥス人の支配者には人質を出すことを強要し、キティオン人の都市は帰順させることができなかったため、全軍をもって絶え間なく包囲を続けた。
§19.62.7κατὰ τοῦτον δὲ τὸν καιρὸν πρὸς Ἀντίγονον κατέπλευσαν ἐξ Ἑλλησπόντου ναῦς τεσσαράκοντα Θεμίσωνος ναυαρχοῦντος·
この時期に、テミソンが提督を務める四十隻の船が、ヘレスポントスからアンティゴノスのもとへ入港した。
ὁμοίως δὲ ἐξ Ἑλλησπόντου καὶ Ῥόδου κατήγαγε σκάφη Διοσκουρίδης ὀγδοήκοντα.
同様に、ディオスクリデスもヘレスポントスとロドスから八十隻の船を率いて到着した。
§19.62.8προϋπῆρχον δʼ αὐτῷ κατηρτισμέναι ναῦς τῶν ἐν Φοινίκῃ ναυπηγηθεισῶν αἱ πρῶται συντελεσθεῖσαι·
また、彼には、フェニキアで建造された船のうち最初に完成したものが、すでに艤装を整えられて備わっていた。
αὗται δʼ ἦσαν σὺν ταῖς ἐν Τύρῳ καταληφθείσαις ἑκατὸν καὶ εἴκοσιν, ὥστε τὰς πάσας περὶ αὐτὸν ἠθροῖσθαι ναῦς μακρὰς ἐξηρτυμένας διακοσίας τεσσαράκοντα·
これらは、ティロスで拿捕された船と合わせて百二十隻であり、その結果、彼のもとに集まった艤装済みの軍船は全部で二百四十隻に達した。
τούτων δʼ ἦσαν τετρήρεις μὲν ἐννενήκοντα πεντήρεις δὲ δέκα, ἐννήρεις δὲ τρεῖς, δεκήρεις δὲ δέκα, ἄφρακτοι δὲ τριάκοντα.
これらのうち、四段櫂船が九十隻、五段櫂船が十隻、九段櫂船が三隻、十段櫂船が十隻、そして無甲板船が三十隻であった。
§19.62.9διελόμενος δὲ τὸν στόλον πεντήκοντα μὲν ναῦς ἐξέπεμψεν εἰς Πελοπόννησον, τῶν δʼ ἄλλων ναύαρχον καταστήσας Διοσκουρίδην τὸν ἀδελφιδοῦν προσέταξε περιπλεῖν τοῖς τε συμμάχοις παρεχόμενον τὴν ἀσφάλειαν καὶ τῶν νήσων τὰς μήπω μετεχούσας τῆς συμμαχίας προσαγόμενον.
彼は艦隊を分割し、五十隻の船をペロポネソスへと派遣し、残りの船については甥のディオスクリデスを提督に任命し、巡航して同盟者たちに安全を提供し、島々のうちまだ同盟に参加していないものを帰順させるよう命じた。
τὰ μὲν οὖν κατὰ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.
こうして、アンティゴノスに関する状況はこのようなものであった。