§19.61.1Ἀντίγονος δὲ παραγενομένου πρὸς αὐτὸν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος πρὸς μὲν τοῦτον συνέθετο φιλίαν, αὐτὸς δὲ συναγαγὼν τῶν τε στρατιωτῶν καὶ τῶν παρεπιδημούντων κοινὴν ἐκκλησίαν κατηγόρησε Κασάνδρου, προφερόμενος τήν τε Ὀλυμπιάδος ἀναίρεσιν καὶ τὰ συμβάντα περὶ Ῥωξάνην καὶ τὸν βασιλέα.
Antigonus, when Alexander the son of Polyperchon arrived to meet him, established friendship with him, while he himself, having gathered a common assembly of both the soldiers and the foreign residents, accused Cassander, bringing forward the murder of Olympias and the events concerning Roxane and the king.
§19.61.2πρὸς δὲ τούτοις ἔλεγεν ὡς Θεσσαλονίκην μὲν βιασάμενος ἔγημεν, φανερῶς δὲ ἐξιδιάζεται τὴν Μακεδόνων βασιλείαν, ἔτι δὲ ὡς Ὀλυνθίους ὄντας πολεμιωτάτους Μακεδόνων κατῴκισεν εἰς τὴν ὁμώνυμον ἑαυτοῦ πόλιν καὶ Θήβας ἀνέστησε τὰς ὑπὸ Μακεδόνων κατασκαφείσας.
In addition to these things, he said that he had married Thessalonice by force and was openly appropriating the Macedonian kingship for himself, and further, that he had settled the Olynthians, who were the bitterest enemies of the Macedonians, in the city named after himself, and had rebuilt Thebes, which had been razed by the Macedonians.
§19.61.3συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθʼ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ.
When the crowds shared his indignation, he drafted a decree in which he declared Cassander to be an enemy unless he should destroy those cities, release the king and his mother Roxane from prison and restore them to the Macedonians, and, in short, unless he should obey Antigonus, who had been established as general and had taken over the care of the kingdom.
εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους.
It was also decreed that all the Greeks should be free, ungarrisoned, and self-governing.
ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα· §19.61.4τοὺς μὲν γὰρ Ἕλληνας ὑπελάμβανε διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας προθύμους ἕξειν συναγωνιστὰς εἰς τὸν πόλεμον, τοὺς δʼ ἐν ταῖς ἄνω σατραπείαις στρατηγοὺς καὶ σατράπας, ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς, αὐτοῦ φανερῶς τὸν ὑπὲρ αὐτῶν πόλεμον ἀναδεχομένου πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις καὶ τοῖς παραγγελλομένοις ἑτοίμως ὑπακούσεσθαι.
When the soldiers voted in favor of what had been said, he dispatched messengers everywhere to carry the decree; for he assumed that he would have the Greeks as eager allies in the war because of their hope for freedom, and that the generals and satraps in the upper satrapies, who were suspicious that Antigonus had decided to destroy the kings descended from Alexander, would all change their minds when he openly took upon himself the war on behalf of those kings, and would readily obey his commands.
§19.61.5ἀπὸ δὲ τούτων γενόμενος Ἀλεξάνδρῳ μὲν δοὺς πεντακόσια τάλαντα καὶ περὶ τῶν μελλόντων εἰς μεγάλας ἀγαγὼν ἐλπίδας ἐξαπέστειλεν εἰς Πελοπόννησον· αὐτὸς δὲ παρὰ Ῥοδίων μεταπεμψάμενος ναῦς καὶ τῶν ναυπηγηθεισῶν τὰς πλείστας καταρτίσας ἐπέπλευσε τῇ Τύρῳ.
After attending to these matters, he gave Alexander five hundred talents and, having inspired him with great hopes for the future, sent him off to the Peloponnese; and he himself, having summoned ships from the Rhodians and equipped most of those that had been newly built, sailed against Tyre.
θαλασσοκρατῶν δὲ καὶ διακωλύων σῖτον εἰσάγεσθαι προσεκαρτέρησε μὲν ἐνιαυτὸν καὶ τρεῖς μῆνας, εἰς ἔνδειαν δὲ δεινὴν ἀγαγὼν τοὺς ἐγκατακεκλεισμένους τοῖς μὲν παρὰ Πτολεμαίου στρατιώταις συνεχώρησεν ἀπελθεῖν ἔχουσι τὰ ἑαυτῶν, τὴν δὲ πόλιν διʼ ὁμολογίας παραλαβὼν φρουρὰν τὴν διαφυλάξουσαν εἰς αὐτὴν εἰσήγαγεν.
Controlling the sea and preventing grain from being brought in, he persisted in the siege for a year and three months; having brought those shut inside to a state of dire need, he permitted the soldiers of Ptolemy to depart with their own possessions, and having received the city under an agreement, he introduced a garrison to protect it.