§19.60.1τῶν δὲ πεμφθέντων ὑπʼ Ἀντιγόνου στρατηγῶν Ἀριστόδημος μὲν πλεύσας εἰς τὴν Λακωνικὴν καὶ λαβὼν παρὰ τῶν Σπαρτιατῶν ἐξουσίαν ξενολογεῖν, στρατιώτας ἤθροισεν ὀκτακισχιλίους ἐκ τῆς Πελοποννήσου.
アンティゴノスによって派遣された将軍たちのうち、アリストデモスはラコニカへと航行し、スパルタ人から傭兵を募る許可を得て、ペロポネソスから八千人の兵士を集めた。
ἐντυχὼν δὲ Ἀλεξάνδρῳ καὶ Πολυπέρχοντι φιλίαν συνέθετο πρὸς αὐτοὺς ὑπὲρ Ἀντιγόνου καὶ Πολυπέρχοντα μὲν στρατηγὸν ἀπέδειξε τῆς Πελοποννήσου, τὸν δὲ Ἀλέξανδρον ἔπεισεν εἰς τὴν Ἀσίαν πλεῦσαι πρὸς Ἀντίγονον.
そして、アレクサンドロスおよびポリュペルコンに会うと、アンティゴノスのために彼らと友好関係を結び、ポリュペルコンをペロポネソスの将軍に任命する一方で、アレクサンドロスを、アジアのアンティゴノスのもとへ航行するように説得した。
§19.60.2ὁ δʼ ἕτερος τῶν στρατηγῶν Πτολεμαῖος πορευθεὶς μετὰ τῆς δυνάμεως εἰς Καππαδοκίαν καὶ καταλαβὼν Ἀμισσὸν πολιορκουμένην ὑπʼ Ἀσκληπιοδώρου τοῦ Κασάνδρου στρατηγοῦ τὴν μὲν πόλιν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ περὶ τὸν Ἀσκληπιόδωρον ὑποσπόνδους ἀφεὶς ἀνεκτήσατο τὴν σατραπείαν.
もう一人の将軍であるプトレマイオスは、軍勢とともにカッパドキアへと進軍し、カッサンドロスの将軍アスクレピオドロスによって包囲されていたアミソスを把握すると、この都市を危機から救い出し、アスクレピオドロスの一行を休戦条約のもとに立ち去らせて、そのサトラペイアを取り戻した。
§19.60.3μετὰ δὲ ταῦτα πορευθεὶς διὰ Βιθυνίας καὶ Ζιβύτην τὸν βασιλέα τῶν Βιθυνῶν καταλαβὼν πολιορκοῦντα τήν τε τῶν Ἀστακηνῶν καὶ Χαλκηδονίων πόλιν συνηνάγκασε λῦσαι τὴν πολιορκίαν.
こののち、彼はビテュニアを通過して進み、ビテュニア人の王ジボイテスがアスタコス人とカルケドン人の都市を包囲しているのを見つけると、包囲を解くことを彼に強いた。
ποιησάμενος δὲ συμμαχίαν πρός τε τὰς πόλεις ταύτας καὶ πρὸς τὸν Ζιβύτην, ἔτι δὲ λαβὼν ὁμήρους προῆγεν ἐπὶ Ἰωνίας καὶ Λυδίας·
そして、これらの都市およびジボイテスと同盟を結び、さらに人質を受け取ると、イオニアおよびリュディアへと進軍した。
ἐγεγράφει γὰρ Ἀντίγονος αὐτῷ βοηθεῖν τῇ παραλίῳ κατὰ τάχος, ὡς τοῦ Σελεύκου τὸν πλοῦν ἐνταῦθα ποιησομένου.
というのも、アンティゴノスが彼に対し、セレウコスがそこに航行しようとしているとして、沿岸部を大急ぎで救援するようにと手紙を書いていたからである。
§19.60.4ὡς δέ ποθʼ ἧκε πλησίον τῶν προειρημένων τόπων, Σέλευκος ἔτυχε μὲν πολιορκῶν Ἐρυθράς, πυθόμενος δὲ τὴν τῶν πολεμίων δύναμιν πλησίον οὖσαν ἀπέπλευσεν ἄπρακτος.
彼が上記の場所の近くに到着したとき、セレウコスはちょうどエリュトリアイを包囲しているところであったが、敵の軍勢が近くに迫っていることを知ると、目的を達しないまま船で退却した。