Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.59.1-19.59.6

ヨッパとガザの攻略とクラテロスの妻フィラ

136 / 301 箇所 · ギリシア語

要旨

アンティゴノスはキプロスからの使節報告の後、拒絶したヨッパとガザを平定しティロス包囲に戻る。また、クラテロスの遺骨が妻フィラに返還され、彼女の類稀な知性と賢明さが語られる。

§19.59.1ὄντος δʼ αὐτοῦ περὶ ταῦτα παρῆν Ἀγησίλαος ὁ πεμφθεὶς εἰς Κύπρον πρεσβευτής, ἀπαγγέλλων ὅτι Νικοκρέων μὲν καὶ τῶν ἄλλων οἱ κράτιστοι βασιλεῖς πρὸς Πτολεμαῖον πεποίηνται συμμαχίαν, ὁ δὲ Κιτιεὺς καὶ Λαπίθιος, ἔτι δὲ Μαριεὺς καὶ Κερυνίτης τὴν πρὸς αὐτὸν φιλίαν συντέθεινται.
アンティゴノスがこれらのことに従事しているとき、キプロスに使節として派遣されていたアゲシラオスが到着し、ニコクレオンおよび他の最も強力な王たちはプトレマイオスと同盟を結んだが、キティオンやラピトス、さらにはマリオスやケリュネイアの支配者たちは彼との友好関係を築いた、と報告した。
§19.59.2ἀκούσας δὲ ταῦτα τρισχιλίους μὲν στρατιώτας καὶ στρατηγὸν Ἀνδρόνικον κατέλιπεν ἐπὶ τῆς πολιορκίας, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τήν τʼ Ἰόππην καὶ Γάζαν ἀπειθούσας κατὰ κράτος εἷλε καὶ τοὺς μὲν καταληφθέντας Πτολεμαίου στρατιώτας ἐπιδιεῖλεν εἰς τὰς ἰδίας τάξεις, εἰς δὲ τὰς πόλεις παρεισήγαγε φρουρὰν τὴν ἀναγκάσουσαν πειθαρχεῖν τοὺς ἐνοικοῦντας.
これを聞くと、彼はティロス包囲のために三千人の兵士と将軍アンドロニコスをあとに残し、自身は軍勢とともに進軍して、服従を拒んでいたヨッパとガザを力攻めで攻略し、そこで捕らえられたプトレマイオスの兵士たちを自身の部隊に編入し、それらの都市には住民たちを強制的に従わせるための守備隊を配置した。
§19.59.3αὐτὸς δʼ ἐπανελθὼν εἰς τὴν πρὸς Παλαιτύρῳ στρατοπεδείαν παρεσκευάζετο τὰ πρὸς τὴν πολιορκίαν.
自身はパライティロスの近くの陣営に戻り、包囲戦の準備を整えていた。
Ἐπὶ δὲ τῶν καιρῶν τούτων Ἀρίστων ὁ πιστευθεὶς ὑπʼ Εὐμενοῦς τῶν ὀστῶν τῶν Κρατεροῦ παρέδωκεν εἰς ταφὴν αὐτὰ Φίλᾳ τῇ πρότερον μὲν Κρατερῷ συνοικούσῃ, τότε δὲ Δημητρίῳ τῷ Ἀντιγόνου.
この時期に、エウメネスからクラテロスの遺骨を託されていたアリストンが、かつてはクラテロスと結婚しており、当時はアンティゴノスの子デメトリオスと結婚していたフィラに、それらを埋葬するために引き渡した。
§19.59.4αὕτη δʼ ἡ γυνὴ συνέσει δοκεῖ διενηνοχέναι·
この女性は思慮深さにおいて際立っていたと思われる。
τούς τε γὰρ ταραχώδεις τῶν ἐν τῷ στρατοπέδῳ κατέπαυεν ἁρμοζόντως πολιτευομένη πρὸς ἕκαστον, τάς τε ἀδελφὰς καὶ θυγατέρας τῶν ἀπόρων ἐξεδίδου τοῖς ἰδίοις δαπανήμασι, πολλοὺς δὲ καὶ τῶν διαβολαῖς περιπιπτόντων μὴ δικαίαις ἀπήλλασσε τῶν κινδύνων.
というのも、彼女は陣営内の騒乱を好む者たちをそれぞれに対して適切に対処することで静め、生活に困窮している者たちの姉妹や娘たちを自己の費用で嫁がせ、不当な中傷に遭っている多くの人々を危険から救い出したからである。
§19.59.5λέγεται δὲ καὶ Ἀντίπατρον τὸν πατέρα αὐτῆς, ὃς δοκεῖ γεγονέναι φρονιμώτατος τῶν ἐν δυναστείαις γεγονότων κατὰ τὴν αὐτὴν ἡλικίαν, κόρης οὔσης ἔτι τῆς Φίλας συμβουλεύεσθαι πρὸς ταύτην περὶ τῶν μεγίστων.
また、同時代の支配者たちの中で最も賢明であったと思われる彼女の父アンティパトロスも、フィラがまだ少女であった頃に、最も重大な事柄について彼女に相談していたと言われている。
§19.59.6μηνύσει δʼ ἀκριβέστερον τὸ τῆς γυναικὸς ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον βασιλείας.
この女性の性格は、話が先に進み、事態が変化を遂げてデメトリオスの王権が最終的な危機を迎えるにつれて、より正確に明らかになるであろう。
καὶ τὰ μὲν περὶ Ἀντίγονον καὶ Φίλαν τὴν Δημητρίου γυναῖκα τοιαῦτʼ ἦν.
さて、アンティゴノス、およびデメトリオスの妻フィラをめぐる事柄は以上のようであった。

語釈・文法注

  1. 19.59.1ὁ δὲ Κιτιεὺς καὶ Λαπίθιος — 単数形の住民名(「キティオン人」「ラピトス人」)に定冠詞 `ὁ` が付されることで、それぞれの都市の個別な支配者(王)を指している。
  2. 19.59.2τὴν ἀναγκάσουσαν — 先行詞 `φρουράν` を修飾する未来分詞の女性単数対格形で、目的(「〜させるための、〜するであろう守備隊」)を表している。
  3. 19.59.5κόρης οὔσης ἔτι τῆς Φίλας — 名詞 `κόρη`(少女)と現在分詞 `οὔσης` を伴う絶対属格構文で、時(「フィラがまだ少女であった頃に」)を表す。
  4. 19.59.6λαμβάνοντα — 中性複数主格分詞で `τὰ πράγματα` に係り、主語 `ὁ λόγος` と並行する形で、未来動詞 `μηνύσει` に意味上関与するか、一種の主格絶対構文(nominative absolute)として「事態が変化を遂げるにつれて」という状況を付け加えている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.59.1-19.59.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.59.1-19.59.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。