§19.58.1ἀπὸ δὲ τούτων γενόμενος ἀνέζευξεν ἐπὶ Φοινίκην, σπεύδων ναυτικὴν δύναμιν συστήσασθαι·
これらの用事を終えると、彼は海軍の創設を急いでフェニキアへと進軍した。
συνέβαινε γὰρ τοὺς μὲν πολεμίους τότε θαλασσοκρατεῖν ναῦς πολλὰς ἔχοντας, αὐτῷ δὲ τὸ παράπαν οὐδʼ ὀλίγας εἶναι.
というのも、当時敵は多くの船を擁して海を支配していたのに対し、彼自身には全くと言っていいほど船がなかったからである。
στρατοπεδεύσας δὲ ἐν Τύρῳ τῆς Φοινίκης καὶ πολιορκῆσαι διανοούμενος τὴν Τύρον μετεπέμπετο τοὺς βασιλεῖς τῶν Φοινίκων καὶ τοὺς ὑπάρχους τῆς Συρίας.
フェニキアのティロスに陣を張り、ティロスを包囲するつもりであった彼は、フェニキアの王たちとシリアの地方総督たちを召喚した。
§19.58.2καὶ τοὺς μὲν βασιλεῖς προετρέψατο συνεπιλαβέσθαι ναυπηγίας, ἐπειδὴ τὰς ναῦς τὰς ἐκ Φοινίκης ἁπάσας μετὰ τῶν πληρωμάτων Πτολεμαῖος εἶχεν ἐν Αἰγύπτῳ·
そして王たちには造船に協力するように促した。 プトレマイオスがフェニキアからのすべての船を乗組員とともにエジプトに留め置いていたからである。
τοῖς δʼ ὑπάρχοις ἐκέλευσεν ἑτοιμάσαι κατὰ τάχος πυρῶν μὲν μεδίμνων μυριάδας τετρακοσίας πεντήκοντα·
また地方総督たちには、急ぎ四百五十万メディムノスの小麦を用意するように命じた。
τοσοῦτο γὰρ εἰς τὸν ἐνιαυτὸν ἐγίνετο δαπάνημα.
これこそが一年の経費にあたる量だったからである。
αὐτὸς δὲ πανταχόθεν ἀθροίσας ὑλοτόμους καὶ πρίστας, ἔτι δὲ ναυπηγοὺς κατεκόμιζε τὴν ὕλην ἐπὶ θάλασσαν ἐκ τοῦ Λιβάνου, τεμνόντων μὲν αὐτὴν καὶ πριζόντων ἀνδρῶν ὀκτακισχιλίων, κατακομιζόντων δὲ ζευγῶν χιλίων.
彼自身は、方々から木こりや鋸引き、さらには造船工を集め、レバノンから海へと木材を搬出させた。 八千人の男たちがそれを伐採し鋸で挽き、千組の家畜のつがいがそれを搬出した。
§19.58.3τὸ δʼ ὄρος τοῦτο παρήκει μὲν παρά τε τὴν Τρίπολιν καὶ Βυβλίαν, ἔτι δὲ Σιδωνίαν, πλῆρες δʼ ἐστὶ ξύλων κεδρίνων καὶ κυπαρισσίνων θαυμαστῶν τό τε κάλλος καὶ μέγεθος.
この山はトリポリ、ビュブロス、さらにシドンに沿って延びており、美しさにおいても大きさにおいても驚くべきレバノン杉や糸杉の木で満ちていた。
§19.58.4ναυπηγεῖα δʼ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου.
彼は、フェニキアのトリポリ、ビュブロス、シドンに三つの造船所を、またキリキアのあたりに、タウロス山脈から木材を運ばせて四つ目の造船所を設置した。
§19.58.5ἦν δὲ καὶ περὶ Ῥόδον ἄλλο, συγχωρήσαντος τοῦ δήμου κατασκευάζειν ναῦς ἀπὸ τῆς ὕλης τῆς εἰσκομιζομένης.
また、ロードスの近くにも別の造船所があった。 これは、輸入される木材から船を建造することを民衆が承認したためである。
τοῦ δʼ Ἀντιγόνου περὶ ταῦτα ὄντος καὶ πλησίον τῆς θαλάσσης κατεστρατοπεδευκότος ἧκεν ἐξ Αἰγύπτου Σέλευκος μετὰ νεῶν ἑκατὸν κεκοσμημένων βασιλικῶς καὶ πλεουσῶν ἱκανῶς.
アンティゴノスがこれらのことに従事し、海の近くに陣を張っているとき、セレウコスが王者のごとく装飾され十分に航海能力のある百隻の船とともにエジプトからやってきた。
ποιουμένου δʼ αὐτοῦ τὸν παράπλουν παρʼ αὐτὴν τὴν στρατοπεδείαν καταπεφρονηκότως οἵ τε ἐκ τῶν συμμαχίδων πόλεων καὶ πάντες οἱ κοινοπραγοῦντες τοῖς περὶ Ἀντίγονον ἄθυμοι καθειστήκεισαν·
彼が不遜な態度でまさに陣営の傍らを沿海航行していくと、同盟諸都市の者たちや、アンティゴノス一派と行動をともにするすべての者たちは意気消沈した。
§19.58.6πρόδηλον γὰρ ἦν ὅτι θαλασσοκρατοῦντες οἱ πολέμιοι πορθήσουσι τοὺς τοῖς ἐναντίοις κοινοπραγοῦντας ἀπὸ τῆς πρὸς Ἀντίγονον φιλίας.
なぜなら、敵が制海権を握っている以上、彼らはアンティゴノスとの友好関係ゆえに敵対者と行動をともにしている者たちを略奪するであろうことが明白だったからである。
ὁ δʼ Ἀντίγονος τούτους μὲν παρεκάλει θαρρεῖν, διαβεβαιούμενος ἐν ταύτῃ τῇ θερίᾳ ἀναπλευσεῖσθαι ναυσὶ πεντακοσίαις.
しかしアンティゴノスは、この夏のうちに五百隻の船で出航することを断言して、彼らを励まし勇気づけた。