§19.56.1ὁ δʼ οὖν Σέλευκος διασωθεὶς εἰς τὴν Αἴγυπτον φιλανθρωπίας τε πάσης ἐτύγχανε παρὰ Πτολεμαίῳ καὶ κατηγορίαν ἐποιεῖτο πικρὰν Ἀντιγόνου, λέγων ὅτι διέγνωκεν πάντας τοὺς ἐν ἀξιώμασιν ὄντας καὶ μάλιστα τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας ἐκβαλεῖν ἐκ τῶν σατραπειῶν καὶ τούτων ἀποδείξεις ἔφερε τήν τε Πίθωνος ἀναίρεσιν καὶ τὴν Πευκέστου τῆς Περσίδος ἀφαίρεσιν καὶ τὰ περὶ αὐτὸν συμβάντα·
さて、セレウコスはエジプトに無事逃れると、プトレマイオスからあらゆる温かいもてなしを受け、アンティゴノスに対する激しい非難を口にした。 すなわち、彼が、高名な人々全員、とりわけアレクサンドロスと共に遠征した人々をそのサトラペイアから追放することを決意している、と述べ、その証拠として、ペイトンの殺害、ペウケスタスからのペルシス(のサトラペイア)の剥奪、および自分の身に起こったことを挙げた。
§19.56.2πάντας γὰρ οὐδὲν ἠδικηκότας, ἀλλὰ καὶ χρείας πολλὰς καὶ μεγάλας ἐν τῇ φιλίᾳ παρεσχημένους ἀρετῆς ὑπομεμενηκέναι πρόστιμον.
なぜなら、彼ら全員が何ら不義を行っていないどころか、かえって友情において数多くの多大な貢献をしてきたにもかかわらず、その卓越した能力の代償として処罰を被ったからである、という。
διεξῄει δὲ καὶ τὰ μεγέθη τῶν περὶ αὐτὸν δυνάμεων καὶ τὸ πλῆθος τῶν χρημάτων, ἔτι δὲ τὰς προσφάτους εὐτυχίας, ἐξ ὧν ὑπεδείκνυεν ὑπερήφανον γεγενημένον καὶ ταῖς ἐλπίσι περιειληφότα πᾶσαν τὴν Μακεδόνων βασιλείαν.
また彼は、彼が擁する軍勢の規模や、多額の資金、さらに最近の幸運についても詳しく説明し、それらから、彼が高慢になり、自らの野心のうちにマケドニア人の全王国を包摂していることを指し示した。
§19.56.3διὰ δὲ τοιούτων λόγων προτρεψάμενος τὸν Πτολεμαῖον ἑτοιμάζεσθαι τὰ πρὸς τὸν πόλεμον ἐξέπεμψέ τινας τῶν φίλων εἰς τὴν Εὐρώπην, προστάξας πειρᾶσθαι τοῖς ὁμοίοις λόγοις ἐχθροὺς Ἀντιγόνου καταστῆσαι Κάσανδρόν τε καὶ Λυσίμαχον.
このような言葉によってプトレマイオスを刺激して戦争の準備を整えさせると、彼は友人の何人かをヨーロッパへと派遣し、同様の言葉を用いてカサンドロスとリシマコスをアンティゴノスの敵に仕立て上げるよう試みることを命じた。
§19.56.4ὧν ταχὺ τὸ κελευσθὲν συντελεσάντων ἀρχὴ διαφορᾶς ἐφύετο καὶ μεγάλων πολέμων.
彼らが命じられたことを速やかに実行すると、対立と大戦争の端緒が生じることとなった。
ὁ δʼ Ἀντίγονος ἐκ τῶν εἰκότων συλλογισάμενος τὴν Σελεύκου προαίρεσιν ἐξέπεμψε πρεσβευτὰς πρός τε Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιῶν διαφυλάσσειν τὴν προϋπάρχουσαν φιλίαν·
一方アンティゴノスは、状況からセレウコスの意図を推し量り、プトレマイオス、リシマコス、カサンドロスのもとに使節を派遣して、従前からの友好関係を維持するよう求めた。
τῆς δὲ Βαβυλωνίας καταστήσας σατράπην Πίθωνα τὸν ἐκ τῆς Ἰνδικῆς καταβεβηκότα μετὰ τῆς δυνάμεως ἀνέζευξεν, §19.56.5ἐπὶ τῆς Κιλικίας τὴν πορείαν ποιούμενος.
そして、インドから戻っていたペイトンをバビロニアのサトラップに任命すると、軍勢を率いて出発し、キリキアへと向かった。
ὡς δʼ εἰς Μάλον παρεγένετο, διεμέρισε τὴν δύναμιν εἰς παραχειμασίαν μετὰ δύσιν Ὠρίωνος.
彼がマロスに到着すると、オリオン座の入りの後に、冬営のために軍勢を分散させた。
παρέλαβε δὲ καὶ τὰ ἐν Κυΐνδοις χρήματα, τάλαντα μύρια.
また彼はキュインダにある資金、一万タラントンを接収した。
χωρὶς δὲ τούτων ἐκπίπτειν ἐκ τῶν προσόδων αὐτῷ τῶν κατʼ ἐνιαυτὸν τάλαντα μύρια χίλια.
これらとは別に、年々の歳入から彼のもとに一万一千タラントンが入ることになっていた。
διόπερ συνέβαινεν αὐτὸν φοβερὸν εἶναι καὶ διὰ τὸ μέγεθος τῶν δυνάμεων καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων.
それゆえ、軍勢の規模によっても資金の豊富さによっても、彼が恐るべき存在となるのは必然のことであった。