§19.53.1Κάσανδρος δὲ συστησάμενος ἱκανὴν δύναμιν ἀνέζευξεν ἐκ τῆς Μακεδονίας, σπεύδων Ἀλέξανδρον τὸν Πολυπέρχοντος ἐκβαλεῖν ἐκ τῆς Πελοποννήσου·
カサンドロスは十分な兵力を整えると、ポリュペルコンの息子アレクサンドロスをペロポネソスから追放しようと急いでマケドニアから出発した。
οὗτος γὰρ ἦν λοιπὸς μετὰ δυνάμεως τῶν ἀντιπρασσόντων καὶ κατειλήφει πόλεις τε καὶ τόπους ἐπικαίρους.
というのも、このアレクサンドロスは敵対者の中で軍隊を率いて残っている最後の一人であり、好都合な都市や拠点を占拠していたからである。
τὴν μὲν οὖν Θεσσαλίαν ἀσφαλῶς διῆλθεν, τὰς δʼ ἐν Πύλαις παρόδους εὑρὼν ὑπʼ Αἰτωλῶν φυλαττομένας μόγις τούτους βιασάμενος παρῆλθεν εἰς τὴν Βοιωτίαν.
彼はテッサリアを安全に通過したが、テルモピュライの通路がアイトリア人によって守られているのを見出すと、彼らを辛うじて圧倒して突破し、ボイオティアへと進んだ。
§19.53.2μεταπεμψάμενος δὲ πανταχόθεν τοὺς διασωζομένους τῶν Θηβαίων ἐνεχείρει κατοικίζειν τὰς Θήβας, ὑπολαβὼν κάλλιστον ἔχειν καιρὸν πόλιν διωνομασμένην καὶ διὰ τὰς πράξεις καὶ διὰ τοὺς παραδεδομένους περὶ αὐτῆς μύθους ἀναστῆσαι καὶ διὰ τὴν εὐεργεσίαν ταύτην τυχεῖν ἀθανάτου δόξης.
彼は至る所からテーバイ人の生存者を呼び寄せると、テーバイへの再入植に着手した。 その活動や自らに伝わる神話によって名高いこの都市を再興する上で、今が極めて好都合な機会であると考え、またこの恩義によって自らが不滅の名声を得られると考えたからである。
§19.53.3συμβέβηκε δὲ τὴν πόλιν ταύτην πλείσταις καὶ μεγίσταις κεχρῆσθαι μεταβολαῖς, οὐκ ὀλιγάκις ἀνάστατον γεγενημένην·
実際、この都市は非常に多くの、そして最大の変遷を経験する運命にあり、少なからず破壊されてきた。
περὶ ὧν οὐκ ἀνοίκειον ἐν κεφαλαίοις εἰπεῖν.
これらについて要点をかいつまんで語ることは場違いではないだろう。
§19.53.4μετὰ γὰρ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν Κάδμου κτίσαντος τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Καδμείαν συνῆλθεν ἐπʼ αὐτὴν λαὸς ὃν τινὲς μὲν Σπαρτὸν προσηγόρευσαν διὰ τὸ πανταχόθεν συναχθῆναι, τινὲς δὲ Θηβαγενῆ διὰ τὸ τὴν ἀρχὴν ἐκ τῆς προειρημένης πόλεως ὄντα διὰ τὸν κατακλυσμὸν ἐκπεσεῖν καὶ διασπαρῆναι.
デウカリオンの洪水の後に、カドモスが彼にちなんで名付けられたカドメイアを創建すると、その地に人々が集まったが、ある者は至る所から集まったために彼らを「スパルトイ(撒かれた者たち)」と呼び、またある者は、もともと件の都市の出身であったが洪水のために追放され散り散りになったことから「テバゲネイス(テーバイ生まれの者たち)」と呼んだ。
§19.53.5τοὺς οὖν τότε κατοικήσαντας ὕστερον Ἐγχελεῖς καταπολεμήσαντες ἐξέβαλον, ὅτε δὴ συνέβη καὶ τοὺς περὶ Κάδμον εἰς Ἰλλυριοὺς ἐκπεσεῖν.
その後、当時そこに住んでいた人々を、エンケレイス人が戦争で打ち破って追放したが、その際まさにカドモスの一行もイリュリア人へと落ち延びることになった。
μετὰ δὲ ταῦτʼ Ἀμφίονος καὶ Ζήθου κρατησάντων τοῦ τόπου καὶ τότε πρῶτον τὸ ἄστυ κτισάντων, καθάπερ καὶ ὁ ποιητής φησιν
"οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο"
τὸ δεύτερον οἱ κατοικήσαντες τὸν τόπον ἐξέπεσον κατελθόντος Πολυδώρου τοῦ Κάδμου καὶ καταφρονήσαντος τῶν πραγμάτων διὰ τὴν γενομένην τῷ Ἀμφίονι περὶ τὰ τέκνα συμφοράν.
この後、アンフィオンとゼトスがその土地を支配し、その時に初めて町を築いた。 それは詩人も言う通りである。 「彼らが最初に、七つの門を持つテーバイの地を築いた」しかし二度目に、その場所に住んでいた者たちは追放された。 カドモスの息子ポリュドロスが帰還し、子供たちに降りかかった災難のゆえにアンフィオンが国政を顧みなくなったからである。
§19.53.6ἑξῆς δὲ τῶν ἀπογόνων τούτου βασιλευόντων καὶ τῆς ὅλης χώρας ἤδη Βοιωτίας καλουμένης ἀπὸ Βοιωτοῦ τοῦ Μελανίππης μὲν καὶ Ποσειδῶνος υἱοῦ, δυναστεύσαντος δὲ τῶν τόπων, τὸ τρίτον ἐκπίπτουσιν οἱ Θηβαῖοι τῶν ἐξ Ἄργους ἐπιγόνων ἐκπολιορκησάντων τὴν πόλιν.
続いて彼の代々の末裔が王位に就き、その地域全体が、メラニッペとポセイドンの息子でありその地を支配したボイオトスにちなんで、すでにボイオティアと呼ばれるようになっていた頃、アルゴスからの後継者たち(エピゴノイ)が都市を包囲して攻略したため、テーバイ人たちは三度目に追放された。
§19.53.7τῶν δʼ ἐκπεσόντων οἱ διασωθέντες κατέφυγον μὲν εἰς Ἀλαλκομενίαν καὶ τὸ Τιλφώσιον ὄρος, τῶν δὲ Ἀργείων ἀποχωρησάντων ἐπανῆλθον εἰς τὴν πατρίδα.
追放された者のうち生き残った人々はアラルコメニアとティルフォシオン山へと避難したが、アルゴス人が去ると祖国へと帰還した。
μετὰ δὲ ταῦτα κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐκστρατευσάντων τῶν Θηβαίων εἰς τὴν Ἀσίαν οἱ καταλειφθέντες ἐξέπεσον μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ Πελασγῶν.
しかしこの後、トロイア戦争の際、テーバイ人たちがアジアへ遠征したところ、残された者たちは他のボイオティア人たちとともにペラスゴイ人によって追放された。
§19.53.8οὐκ ὀλίγοις δὲ μετὰ ταῦτα περιπεσόντες συμπτώμασι μόγις μετὰ τετάρτην γενεὰν κατὰ τὸν γενόμενον ἐπὶ τῶν κοράκων χρησμὸν ἀπῆλθον εἰς τὴν Βοιωτίαν καὶ τὰς Θήβας κατῴκησαν.
その後、彼らは少なからぬ災難に見舞われたが、ようやく四代目の後に、カラスに関する神託に従ってボイオティアへと戻り、テーバイに定住した。
ἀπὸ δὲ τούτων τῶν χρόνων διαμενούσης τῆς πόλεως ἐπʼ ἔτη σχεδὸν ὀκτακόσια καὶ τὸ μὲν πρῶτον τῶν Θηβαίων τοῦ παρʼ αὐτῶν ἔθνους προστάντων, μετὰ δὲ ταῦτα τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀμφισβητησάντων Ἀλέξανδρος ὁ Φιλίππου κατὰ κράτος ἐκπολιορκήσασκατέσκαψεν.
この時代からこの都市はおよそ八百年間存続し、最初はテーバイ人が彼らの民族を指導し、その後ギリシアの覇権を争ったが、フィリッポスの息子アレクサンドロスが力尽くで包囲して陥落させ、徹底的に破壊した。