Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.48.1-19.48.8

サトラペイアの再編とスサの財宝接収

125 / 301 箇所 · ギリシア語

要旨

アンティゴノスはペルシスに入り、諸サトラペイアを再配置して、裏切り者たちを「銀楯兵」の処分も兼ねて過酷な任務へ送り込んだ。その後、スサで莫大な財宝を手に入れ、自らの富を大幅に蓄積した。

§19.48.1ὁ δʼ Ἀντίγονος ἐπειδὴ τάχιστʼ ἦλθεν εἰς τὴν Περσίδα, τιμῆς μὲν ὑπὸ τῶν ἐγχωρίων ἠξιώθη βασιλικῆς ὡς ἂν κύριος ὢν ὁμολογουμένως τῆς Ἀσίας, αὐτὸς δὲ μετὰ τῶν φίλων συνεδρεύσας ἐβουλεύετο περὶ τῶν σατραπειῶν.
アンティゴノスはペルシスに入るとすぐに、公にアジアの支配者であるとして、現地の人々から王としての名誉にふさわしいとみなされ、彼自身は友人たちと評議会を開いて、諸サトラペイアについて協議した。
τὴν μὲν οὖν Καρμανίαν εἴασεν ἔχειν Τληπόλεμον καὶ τὴν Βακτριανὴν ὁμοίως Στασάνορα·
そこで、カルマニアはトレポレモスに、バクトリアナも同様にスタサノルにそのまま支配させ続けることとした。
οὐ γὰρ ῥᾴδιον ἦν τούτους διʼ ἐπιστολῆς ἐκβαλεῖν, εὖ τὰ πρὸς τοὺς ἐγχωρίους πεπολιτευμένους καὶ πολλοὺς ἔχοντας συναγωνιστάς.
というのも、彼らは現地の人々に対して善政を行っており、多くの味方を有していたため、書簡によって彼らを追放することは容易ではなかったからである。
§19.48.2εἰς δὲ τὴν Ἀρίαν ἀπέστειλεν Εὔιτον· τελευτήσαντος δὲ μετʼ ὀλίγον χρόνον ἀντικατέστησεν Εὐαγόραν, ἄνδρα κατʼ ἀνδρείαν καὶ σύνεσιν θαυμαζόμενον.
他方、アリアにはエウィトスを派遣したが、彼が間もなく死ぬと、代わりに勇気と知性において称賛されていたエウアゴラスを任命した。
Ὀξυάρτην δὲ τὸν Ῥωξάνης πατέρα τὴν ἐν Παροπανισάδαις σατραπείαν εἴασεν ἔχειν, καθὰ καὶ πρότερον εἶχεν·
また、ロクサネの父オクスュアルテスには、パラパニサダイのサトラペイアを以前と同様に支配させ続けた。
οὐδὲ γὰρ τοῦτον ἦν ἐκβαλεῖν δυνατὸν ἄνευ χρόνου πολλοῦ καὶ δυνάμεως ἁδρᾶς.
というのも、彼をも、長い時間と強力な軍隊なしに追放することは不可能だったからである。
§19.48.3μετεπέμψατο δὲ καὶ Σιβύρτιον ἐξ Ἀραχωτῶν, εὖ διακείμενον τὰ πρὸς αὐτόν, καὶ τήν τε σατραπείαν ἔχειν συνεχώρησε καὶ τῶν ἀργυρασπίδων συνέστησε τοὺς ταραχωδεστάτους, τῷ μὲν λόγῳ πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας, τῷ δʼ ἔργῳ πρὸς ἀπώλειαν·
また彼は、自分に対して好意的な、アラコシアのシビュルティオスを召喚し、そのサトラペイアを支配し続けることを認めるとともに、「銀楯兵」たちのうち最も不穏な者たちを彼に委ねた。 それは、表向きは戦争における必要性のためであったが、実際には彼らを破滅させるためであった。
κατʼ ἰδίαν γὰρ ἐνετείλατο κατʼ ὀλίγους αὐτῶν εἰς τοιαύτας χρείας ἀποστέλλειν ἐν αἷς ἔμελλον ἀπολεῖσθαι.
というのも、アンティゴノスは、彼らが死ぬに違いない任務に少人数ずつ派遣するよう、密かにシビュルティオスに命じていたからである。
§19.48.4ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας, ὥστε τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως αὐτοῖς ἐπιστῆναι τιμωρίαν·
そして、これらの者たちの中には、エウメネスを裏切った者たちも含まれていたため、将軍に対する彼らの不法な行為への報いが、速やかに彼らに下ることとなった。
αἱ γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δʼ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπίπαν αἴτιαι καθίστανται.
なぜなら、不敬な奉仕は、支配者たちにとっては、その権力ゆえに有益となるものの、それに従った一般の人々にとっては、概して大きな災いをもたらす原因となるからである。
§19.48.5ὁ δʼ οὖν Ἀντίγονος ὁρῶν τὸν Πευκέστην παρὰ τοῖς Πέρσαις μεγάλης ἀποδοχῆς τυγχάνοντα τὸ μὲν πρῶτον παρείλετο τὴν σατραπείαν αὐτοῦ.
さて、アンティゴノスは、ペウケスタスがペルシア人たちの間で絶大な支持を得ているのを見て、まず彼のサトラペイアを剥奪した。
τῶν δὲ ἐγχωρίων ἀγανακτούντων, ἑνὸς δὲ τῶν ἐπιφανεστάτων Θεσπίου καὶ παρρησίαν ἀγαγόντος ὡς οὐχ ὑπακουσομένων Περσῶν ἑτέρῳ, τοῦτον μὲν ἀπέκτεινεν, Ἀσκληπιόδωρον δὲ κατέστησε τῆς Περσίδος ὕπαρχον καὶ τοὺς ἱκανοὺς στρατιώτας παρέδωκεν·
現地の人々が憤慨し、最も著名な一人であるテスピオスが「ペルシア人は他の者には従わないだろう」と率直に語ったため、アンティゴノスは彼を殺害し、アスクレピオドロスをペルシスの副総督に任命して、十分な兵力を彼に与えた。
Πευκέστην δʼ εἰς ἄλλας ἐλπίδας ἀγαγὼν καὶ κενῶς μετεωρίσας ἐξήγαγεν ἐκ τῆς χώρας.
そしてペウケスタスに対しては、他の希望を抱かせて虚しく期待を持たせた上で、その地から連れ出した。
§19.48.6ποιουμένου δʼ αὐτοῦ τὴν πορείαν ἐπὶ Σούσων ἀπήντησεν αὐτῷ ἐπὶ τῷ Πασιτίγρι ποταμῷ Ξενόφιλος ὁ κυριεύων τῶν ἐν Σούσοις χρημάτων, ἀπεσταλμένος ὑπὸ Σελεύκου πᾶν ποιῆσαι τὸ προστασσόμενον.
彼がスサへと行軍している途上で、スサの財宝を管轄していたクセノフィロスが、セレウコスから命令されたことをすべて実行するよう派遣されて、パシティグリス川で彼を出迎えた。
τοῦτον μὲν οὖν προσδεξάμενος προσεποιεῖτο τιμᾶν ἐν τοῖς μεγίστοις τῶν φίλων, εὐλαβούμενος μὴ μετανοήσας πάλιν αὐτὸν ἀποκλείσῃ·
そこでアンティゴノスは彼を迎え入れ、彼が気が変わって再び自分を締め出すことがないよう用心して、友人たちの中で最も重んじているかのように装った。
§19.48.7αὐτὸς δὲ παραλαβὼν τὴν ἐν Σούσοις ἄκραν κατέλαβεν ἐν αὐτῇ τήν τε χρυσῆν ἀναδενδράδα καὶ πλῆθος ἄλλων κατασκευασμάτων, τῶν πάντων συναγομένων εἰς μύρια καὶ πεντακισχίλια τάλαντα.
彼自身はスサの城塞を接収し、その中で金の葡萄の木やその他多数の美術品を発見した。 それらはすべて合わせて一万五千タラントンに達した。
§19.48.8ἠθροίσθη δʼ αὐτῷ καὶ ἄλλο πλῆθος χρημάτων ἔκ τε τῶν στεφάνων καὶ τῶν ἄλλων δωρεῶν, ἔτι δὲ ἐκ τῶν λαφύρων·
また、冠やその他の贈り物から、さらには戦利品からも、別の多額の資金が彼のもとに集まった。
ταῦτα γὰρ ἦσαν πεντακισχίλια τάλαντα, καὶ κατὰ τὴν Μηδίαν ἄλλα τοσαῦτα χωρὶς τῶν ἐν Σούσοις θησαυρῶν, ὥστε τὰ πάντα συναχθῆναι τάλαντα δισμύρια πεντακισχίλια.
これらは五千タラントンであり、メディアでもスサの財宝とは別に同額が集まったため、すべて合わせて二万五千タラントンが蓄積された。
καὶ τὰ μὲν περὶ Ἀντίγονον ἐν τούτοις ἦν.
アンティゴノスに関する事態は、このようなものであった。

語釈・文法注

  1. 19.48.1ὡς ἂν κύριος ὢν — 接尾辞 ὡς に ἄν と分詞 ὤν が伴う形式。これは確実な事実としての理由ではなく、主観的な理由や「〜であるはずのものとして」「〜であるかのように」という前提・仮定のニュアンスを付与する。
  2. 19.48.1εὖ τὰ πρὸς τοὺς ἐγχωρίους πεπολιτευμένους — 完了中道・受動分詞 πεπολιτευμένους(自動詞的に「身を処した」「統治した」の意)は、直前の対格代名詞 τούτους(非人称動詞 ἦν に続く不定詞 ἐκβαλεῖν の意味上の目的語)を修飾している。
  3. 19.48.4ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας — 非人称動詞 συνέβαινε(〜ということが起こった)に、対格不定詞構文(主語:τοὺς παραδόντας、動詞:εἶναι)が続いている。τούτοις は前節の「銀楯兵」たちを指す与格。
  4. 19.48.5τῶν δὲ ἐγχωρίων ἀγανακτούντων, ἑνὸς δὲ τῶν ἐπιφανεστάτων Θεσπίου καὶ παρρησίαν ἀγαγόντος — 異なる主語(τῶν ἐγχωρίων と Θεσπίου)を伴う二つの属格独立(genitive absolute)が δέ を介して並列されている。さらに Θεσπίου に導かれる ὡς 節内にも属格独立(Περσῶν... ὑπακουσομένων)が入れ子になっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.48.1-19.48.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.48.1-19.48.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。