§19.46.1Ἀντίγονος δὲ χειμάζων ἐν τῇ Μηδίᾳ καὶ πυθόμενος Πίθωνα πολλοὺς τῶν ἐν τῇ χειμασίᾳ στρατιωτῶν ἐπαγγελίαις καὶ δωρεαῖς ἰδίους κατασκευάζειν καὶ διανοεῖσθαι νεωτερίζειν, τὴν μὲν ἰδίαν προαίρεσιν ἐπεκρύψατο, προσποιηθεὶς δὲ ἀπιστεῖν τοῖς διαβάλλουσι τούτοις μὲν πολλῶν ἀκουόντων ἐπετίμησεν ὡς διιστάνουσι τὴν φιλίαν, πρὸς δὲ τοὺς ἐκτὸς διέδωκε λόγον ὅτι μέλλει καταλιπεῖν τῶν ἄνω σατραπειῶν στρατηγὸν Πίθωνα καὶ δύναμιν ἱκανὴν τὴν παρέξουσαν τὴν ἀσφάλειαν.
アンティゴノスは、メディアで冬営しており、ピトンが冬営中の兵士たちの多くを約束や贈り物によって自分の味方に引き入れ、謀反を企てていると知ると、自らの意図を隠し、告発する者たちを信用しないふりをして、多くの者が聞いている前で、彼らを友情を引き裂こうとする者たちとして非難し、外部の人々に対しては、上部サトラペイアの将軍としてピトンを残し、安全を確保するのに十分な軍勢を彼に与えるつもりであるという噂を広めた。
§19.46.2ἔγραψε δὲ καὶ πρὸς αὐτὸν ἐπιστολήν, ἀξιῶν ἥκειν τὴν ταχίστην, ὅπως κατὰ πρόσωπον περὶ τῶν ἀναγκαίων κοινολογησάμενος ταχέως τὴν ἐπὶ θάλασσαν κατάβασιν ποιήσηται.
また彼に手紙を書き、一刻も早く来るように求めた。 それは、直接対面して必要な事柄について相談した上で、速やかに海沿いへの下向を行うためであった。
ταῦτα δʼ ἐμηχανήσατο σπεύδων τῆς μὲν ἀληθοῦς ὑποψίας αὐτὸν ἀποστῆσαι, πεῖσαι δʼ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας·
彼はこれらの策を講じたが、それは彼を本当の疑惑から遠ざけ、自分がサトラペスとして残されるだろうと信じ込ませて、自分の手元に来させるためであった。
μετὰ βίας γὰρ συλλαβεῖν οὐ ῥᾴδιον ἦν ἄνδρα καὶ παρʼ Ἀλεξάνδρῳ προαγωγῆς διʼ ἀρετὴν τετευχότα καὶ κατʼ ἐκεῖνον τὸν καιρὸν σατράπην μὲν ὄντα τῆς Μηδίας, πεπολιτευμένον δὲ πρὸς ἅπαν τὸ στρατόπεδον.
というのも、アレクサンドロスの下でその有能さゆえに昇進を果たし、当時はメディアのサトラペスであり、全軍に対して恩を売り巧みに立ち回っていた人物を、力ずくで捕らえることは容易ではなかったからである。
§19.46.3ὁ δὲ Πίθων ἐτύγχανε μὲν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Μηδίας χειμάζων καὶ πλῆθος ἤδη διεφθαρκὼς τῶν ἐπαγγελλομένων συναποστήσεσθαι, γραφόντων δʼ αὐτῷ τῶν φίλων περὶ τῶν Ἀντιγόνου προαιρέσεων καὶ μεγάλας ὑπογραφόντων ἐλπίδας ἐξαπατηθεὶς κεναῖς προσδοκίαις ἧκε πρὸς Ἀντίγονον.
一方、ピトンはたまたまメディアの最果ての地で冬営しており、すでに共に反乱を起こすと約束した者たちの多数を懐柔していたが、友人たちがアンティゴノスの意図について彼に手紙を書き、大きな希望をほのめかしたため、虚しい期待に騙されて、アンティゴノスのもとへとやって来た。
§19.46.4ὁ δὲ κυριεύσας τοῦ σώματος καὶ κατηγορίαν ποιησάμενος ἐν τοῖς μετέχουσι τοῦ συνεδρίου ῥᾳδίως κατεδίκασε καὶ παραχρῆμα ἀπέκτεινεν.
アンティゴノスは彼の身柄を拘束すると、会議に参加している者たちの前で告発を行い、容易に有罪判決を下して、ただちに殺害した。
§19.46.5συναγαγὼν δὲ τὸ στρατόπεδον εἰς ἕνα τόπον σατράπην μὲν ἀπέδειξε τῆς Μηδίας Ὀροντοβάτην Μῆδον, στρατηγὸν δὲ Ἱππόστρατον, ἔχοντα πεζοὺς μὲν ξένους τρισχιλίους πεντακοσίους.
彼は軍勢を一か所に集めると、メディアのサトラペスにメディア人のオロントバテスを任命し、将軍には三千五百人の傭兵歩兵を率いるヒッポストラトスを任命した。
§19.46.6αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν παρῆλθεν εἰς Ἐκβάτανα.
彼自身は軍を率いてエクバタナへと進んだ。
ἐνταῦθα δὲ παραλαβὼν ἀσήμου ἀργύρου τάλαντα πεντακισχίλια προῆγεν ἐπὶ τῆς Περσίδος, οὔσης τῆς ἀναβάσεως ὡς ἂν εἴκοσιν ἡμερῶν εἰς τὸ βασίλειον, ὃ καλεῖται Περσέπολις.
そこで、彼は鋳造されていない銀五千タラントンを受け取ると、ペルシスへと進軍した。 そこから、ペルセポリスと呼ばれる王宮までの上りは、およそ二十日間の行程であった。