§19.42.1συνῆψε δὲ μάχην πρῶτον μὲν τὰ θηρία, μετὰ δὲ ταῦτα καὶ τὸ τῶν ἱππέων πλῆθος.
まず、獣たちが戦闘に入り、その後に騎兵の群れも戦闘に加わった。
τοῦ δὲ πεδίου πολλὴν εὐρυχωρίαν ἔχοντος καὶ παντὸς ὑπάρχοντος ἀργοῦ διὰ τὴν ἐν αὐτῷ διήκουσαν ἁλμυρίδα τοσοῦτον συνέβη ὑπὸ τῶν ἱππέων ἐξαίρεσθαι κονιορτὸν ὥστε μηδένα δύνασθαι ῥᾳδίως συνορᾶν ἐξ ὀλίγου διαστήματος τὸ γινόμενον.
平原は非常に広く、そこを通る塩分のために全域が不毛の土地であったため、騎兵たちによって激しい砂煙が巻き上げられ、至近距離からでも何が起こっているかを誰も容易に見極めることができないほどであった。
§19.42.2ὃ δὴ κατανοήσας Ἀντίγονος ἀπέστειλε τοὺς ἐκ Μηδίας ἱππεῖς καὶ τῶν Ταραντίνων τοὺς ἱκανοὺς ἐπὶ τὴν ἀποσκευὴν τῶν πολεμίων·
これを察知したアンティゴノスは、メディアの騎兵たちと、タレントゥム人のうち十分な数の者を敵の輜重隊に向けて送り出した。
ἤλπιζε γάρ, ὅπερ ἦν ἀληθές, διὰ μὲν τὸν κονιορτὸν λήσεσθαι, διὰ δὲ τὴν ἅλωσιν τῆς ἀποσκευῆς ἀκονητὶ κρατῆσαι τῶν πολεμίων.
というのも、彼は、砂煙のために彼らが気づかれずに進むこと、そして輜重を奪取することで、戦わずして敵に勝利することを期待していたからであり、それは実際その通りとなった。
§19.42.3οἱ δὲ πεμφθέντες περιιππεύσαντες τὸ κέρας τῶν ἐναντίων καὶ λαθόντες ἐπέθεντο τοῖς σκευοφόροις, ἀπέχουσι τῆς μάχης ὡς πέντε σταδίους·
送られた者たちは敵の翼を迂回し、気づかれることなく、戦闘から約五スタディオン離れたところにいた輜重隊を襲撃した。
εὑρόντες δʼ αὐτὴν πλήρη μὲν ὄχλου πρὸς μάχην ἀχρήστου, τοὺς δʼ ἀμυνομένους ὀλίγους ταχὺ τοὺς ἀντιστάντας τρεψάμενοι τῶν ἄλλων ἁπάντων ἐκυρίευσαν.
彼らはそこが戦闘には役に立たない群衆で満ちており、守備の兵が少ないことを見ると、抵抗する者たちをすぐに敗走させ、他のすべてのものを手に入れた。
§19.42.4ἅμα δὲ τούτοις πραττομένοις Ἀντίγονος μὲν συνάψας μάχην τοῖς ἀντιτεταγμένοις καὶ μετὰ πλήθους ἱππέων ἐπιφανεὶς κατεπλήξατο Πευκέστην τὸν τῆς Περσίδος σατράπην, ὃς μετὰ τῶν περὶ ἑαυτὸν ἱππέων ἔξω τοῦ κονιορτοῦ διδοὺς ἑαυτὸν συνεπεσπάσατο καὶ τῶν ἄλλων εἰς χιλίους πεντακοσίους.
これらのことが行われている間に、アンティゴノスは対峙する者たちと戦闘に入り、多数の騎兵と共に現れてペルシスのサトラップであるペウケスタスを恐怖に陥れた。 ペウケスタスは自身の周囲の騎兵たちと共に砂煙の外へと退避し、さらに他の者たちから約千五百人を引きずり込んだ。
§19.42.5Εὐμενὴς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς ἐπʼ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπʼ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον.
一方、エウメネスは翼の端にわずかな者たちと共に残されたが、運命に屈して逃亡することは不名誉であると考え、王たちから与えられた信義を守り、高貴な決意をもって共に死ぬことを選び、アンティゴノス自身へと突撃した。
§19.42.6γενομένης δʼ ἱππομαχίας καρτερᾶς καὶ τῶν μὲν μετʼ Εὐμενοῦς ταῖς προθυμίαις προεχόντων, τῶν δὲ μετʼ Ἀντιγόνου τῷ πλήθει περιγινομένων πολλοὶ παρʼ ἀμφοτέρων ἔπιπτον·
激しい騎兵戦が起こり、エウメネス側の者たちが熱意において勝る一方で、アンティゴノス側の者たちが数において圧倒したため、双方から多くの者が倒れた。
ὅτε δὴ συνέβη καὶ τῶν ἐλεφάντων πρὸς ἀλλήλους ἀγωνιζομένων πεσεῖν τῶν Εὐμενοῦς τὸν προηγούμενον, συμπλακέντα τῷ κρατίστῳ τῶν ἀντιτεταγμένων.
そのとき、象たちも互いに戦っていたが、エウメネス側の先導する象が、対峙する敵の最も強力な象と組み合って倒れるという事態が起こった。
§19.42.7διόπερ Εὐμενὴς ὁρῶν τοὺς μετʼ αὐτοῦ πανταχόθεν ἐλαττουμένους ἐξῆγεν ἐκ τῆς μάχης τοὺς ὑπολελειμμένους ἱππεῖς καὶ παρελθὼν ἐπὶ θάτερον κέρας ἀνελάμβανε τοὺς μετὰ Φιλίππου τεταγμένους, οἷς ἦν παρηγγελκὼς φυγομαχεῖν.
それゆえエウメネスは、自軍がいたるところで劣勢にあるのを見て、生き残った騎兵たちを戦闘から連れ出し、もう一方の翼に移動して、フィリッポスと共に配置されていた者たち(彼にはあらかじめ戦闘を避けるよう命じておいた)を収容した。
ἡ μὲν οὖν τῶν ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος.
このようにして騎兵戦は終結した。