§19.42.1συνῆψε δὲ μάχην πρῶτον μὲν τὰ θηρία, μετὰ δὲ ταῦτα καὶ τὸ τῶν ἱππέων πλῆθος.
首先是野兽加入了交战,随后骑兵的大军也加入了。
τοῦ δὲ πεδίου πολλὴν εὐρυχωρίαν ἔχοντος καὶ παντὸς ὑπάρχοντος ἀργοῦ διὰ τὴν ἐν αὐτῷ διήκουσαν ἁλμυρίδα τοσοῦτον συνέβη ὑπὸ τῶν ἱππέων ἐξαίρεσθαι κονιορτὸν ὥστε μηδένα δύνασθαι ῥᾳδίως συνορᾶν ἐξ ὀλίγου διαστήματος τὸ γινόμενον.
由于平原非常宽阔,且因其中贯穿的盐碱地而全属荒芜,骑兵们扬起了如此巨大的尘土,以至于任何人即使在很近的距离也无法轻易看清发生的事情。
§19.42.2ὃ δὴ κατανοήσας Ἀντίγονος ἀπέστειλε τοὺς ἐκ Μηδίας ἱππεῖς καὶ τῶν Ταραντίνων τοὺς ἱκανοὺς ἐπὶ τὴν ἀποσκευὴν τῶν πολεμίων· ἤλπιζε γάρ, ὅπερ ἦν ἀληθές, διὰ μὲν τὸν κονιορτὸν λήσεσθαι, διὰ δὲ τὴν ἅλωσιν τῆς ἀποσκευῆς ἀκονητὶ κρατῆσαι τῶν πολεμίων.
安提柯察觉到了这一点,便派出了来自米底亚的骑兵和足够数量的塔兰托骑兵去袭取敌人的辎重;因为他希望(事实也确实如此),凭借尘土的掩护,他们可以不被发现,并通过夺取辎重,不战而胜地击败敌人。
§19.42.3οἱ δὲ πεμφθέντες περιιππεύσαντες τὸ κέρας τῶν ἐναντίων καὶ λαθόντες ἐπέθεντο τοῖς σκευοφόροις, ἀπέχουσι τῆς μάχης ὡς πέντε σταδίους· εὑρόντες δʼ αὐτὴν πλήρη μὲν ὄχλου πρὸς μάχην ἀχρήστου, τοὺς δʼ ἀμυνομένους ὀλίγους ταχὺ τοὺς ἀντιστάντας τρεψάμενοι τῶν ἄλλων ἁπάντων ἐκυρίευσαν.
被派出的人绕过了敌人的侧翼,在没有被发现的情况下,袭击了距离战场约五斯塔德的辎重队;他们发现那里挤满了对战斗无用的乌合之众,而防守的人很少,便迅速击溃了抵抗者,控制了其余的一切。
§19.42.4ἅμα δὲ τούτοις πραττομένοις Ἀντίγονος μὲν συνάψας μάχην τοῖς ἀντιτεταγμένοις καὶ μετὰ πλήθους ἱππέων ἐπιφανεὶς κατεπλήξατο Πευκέστην τὸν τῆς Περσίδος σατράπην, ὃς μετὰ τῶν περὶ ἑαυτὸν ἱππέων ἔξω τοῦ κονιορτοῦ διδοὺς ἑαυτὸν συνεπεσπάσατο καὶ τῶν ἄλλων εἰς χιλίους πεντακοσίους.
在这些事情进行的同时,安提柯与对阵的敌人交战,并带领大批骑兵出现,使波斯的萨特拉普培乌克斯塔斯大为惊恐,后者带着自己身边的骑兵退避到尘土之外,并连带拖走了其他约一千五百人。
§19.42.5Εὐμενὴς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς ἐπʼ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπʼ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον.
欧墨奈斯则与少数人一起被留在了翼侧的边缘,他认为屈服于命运并逃跑是耻辱的,宁可选择以高尚的志向共同赴死,坚守国王们所赋予的信义,便向安提柯本人发起了冲锋。
§19.42.6γενομένης δʼ ἱππομαχίας καρτερᾶς καὶ τῶν μὲν μετʼ Εὐμενοῦς ταῖς προθυμίαις προεχόντων, τῶν δὲ μετʼ Ἀντιγόνου τῷ πλήθει περιγινομένων πολλοὶ παρʼ ἀμφοτέρων ἔπιπτον· ὅτε δὴ συνέβη καὶ τῶν ἐλεφάντων πρὸς ἀλλήλους ἀγωνιζομένων πεσεῖν τῶν Εὐμενοῦς τὸν προηγούμενον, συμπλακέντα τῷ κρατίστῳ τῶν ἀντιτεταγμένων.
激烈的骑兵战爆发了,尽管欧墨奈斯一方的人在热忱上占优,但安提柯一方的人在数量上取胜,双方都有许多人倒下;就在此时,战象也相互交战,欧墨奈斯一方处于领先地位的战象,在与敌方最强壮的战象纠缠在一起后倒下了。
§19.42.7διόπερ Εὐμενὴς ὁρῶν τοὺς μετʼ αὐτοῦ πανταχόθεν ἐλαττουμένους ἐξῆγεν ἐκ τῆς μάχης τοὺς ὑπολελειμμένους ἱππεῖς καὶ παρελθὼν ἐπὶ θάτερον κέρας ἀνελάμβανε τοὺς μετὰ Φιλίππου τεταγμένους, οἷς ἦν παρηγγελκὼς φυγομαχεῖν.
因此,欧墨奈斯看到他的部下在各处都处于劣势,便将余下的骑兵带出战场,并前往另一翼,接纳了那些与腓力一起部署的人,他曾吩咐过这些人避免交战。
ἡ μὲν οὖν τῶν ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος.
骑兵的战斗就这样结束了。