§19.40.1Ἀντίγονος μὲν οὖν τοὺς ἱππεῖς ἐπὶ τὰ κέρατα διελόμενος τὸ μὲν εὐώνυμον μέρος Πίθωνι παρέδωκε, τὸ δὲ δεξιὸν τῷ υἱῷ Δημητρίῳ, μεθʼ οὗ καὶ αὐτὸς διαγωνίζεσθαι διεγνώκει·
そこでアンティゴノスは、騎兵を両翼に分け、左翼をペイトンに委ね、右翼を息子のデメトリオスに委ねた。 彼自身もこのデメトリオスと共に戦い抜くことを決意していた。
τοὺς δὲ πεζοὺς εἰς μέσον καταστήσας παρέταξε παρʼ ὅλην τὴν δύναμιν τοὺς ἐλέφαντας, πληρώσας τὰ διαστήματα τοῖς ψιλικοῖς τάγμασιν.
また、歩兵を中央に配置し、その全軍の前面に象を整列させ、その間隔を軽装歩兵の部隊で満たした。
ὁ δὲ πᾶς ἀριθμὸς ἦν αὐτοῦ τῆς δυνάμεως πεζοὶ μὲν δισμύριοι δισχίλιοι, ἱππεῖς δʼ ἐννακισχίλιοι σὺν τοῖς ἐκ Μηδίας προσκαταγραφεῖσι, θηρία δὲ ἑξήκοντα καὶ πέντε.
彼の全軍の数は、歩兵二万二千、騎兵九千(メディアから新たに追加徴募された者たちを含む)、獣は六十五頭であった。
§19.40.2ὁ δʼ Εὐμενὴς πυθόμενος τὸν Ἀντίγονον ἐπὶ τοῦ δεξιοῦ κέρατος τετάχθαι μετὰ τῶν ἀρίστων ἱππέων, καὶ αὐτὸς ἀντετάξατο, ἐπὶ τὸ λαιὸν κέρας ἐπιστήσας τοὺς ἀρίστους·
一方、エウメネスはアンティゴノスが最精鋭の騎兵と共に右翼に配置されていると聞き知ると、自身もそれに対抗して、左翼に最精鋭の兵たちを配置した。
καὶ γὰρ τῶν σατραπῶν τοὺς πλείστους ἐνταῦθα κατέστησεν μετὰ τῶν συναγωνιζομένων αὐτοῖς ἱππέων ἐπιλέκτων καὶ αὐτὸς μετὰ τούτων ἔμελλε κινδυνεύειν·
実際、彼はサトラップたちの大部分を、彼らと共に戦う選り抜きの騎兵と共にそこに配置し、彼自身もこの者たちと共に危険を冒して戦うつもりであった。
συνῆν δʼ αὐτοῖς καὶ Μιθριδάτης ὁ Ἀριοβαρζάνου μὲν υἱός, ἀπόγονος δʼ ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν συγκαθελόντων τὸν μάγον Σμέρδιν, ἀνὴρ ἀνδρείᾳ διαφέρων καὶ τεθραμμένος ἐκ παιδὸς στρατιωτικῶς.
彼らには、アリオバルザネスの息子であり、マゴスのスメルディスを共同で打倒した七人のペルシア人の一人の末裔であり、勇気に秀で、子供の頃から軍人として育てられた男であるミトリダテスも加わっていた。
§19.40.3πρὸ δὲ τοῦ κέρατος παντὸς ἔταξεν ἐν ἐπικαμπίῳ τοὺς κρατίστους τῶν ἐλεφάντων ἑξήκοντα καὶ τὰ διαστήματα τοῖς ψιλοῖς διέλαβε τάγμασι.
そして左翼全体の前面に、最も強力な象六十頭を屈折した陣形で配置し、その間隔を軽装部隊で埋めた。
τῶν δὲ πεζῶν πρώτους μὲν ἔταξε τοὺς ὑπασπιστάς, εἶτα τοὺς ἀργυράσπιδας, ἐπὶ πᾶσι δὲ τοὺς ξένους καὶ τῶν ἄλλων τοὺς εἰς τὰ Μακεδονικὰ καθωπλισμένους, καὶ πρὸ τούτων ἐλέφαντας καὶ τῶν ψιλῶν τοὺς ἱκανούς.
歩兵のうち、まず近衛歩兵を配置し、次いで銀楯兵を、そしてこれらすべての後ろに傭兵たちおよびその他のマケドニア風の武装をした者たちを配置し、これらの前面に象たちと十分な数の軽装兵を配置した。
§19.40.4ἐπὶ δὲ τὸ δεξιὸν κέρας τάξας τῶν ἱππέων καὶ τῶν ἐλεφάντων τοὺς ἀσθενεστέρους ἀπέδειξεν ἡγεμόνα τῶν πάντων Φίλιππον·
また、右翼には騎兵と象のうちのより弱い部隊を配置し、フィリッポスをその全体の指揮官に任命した。
τούτῳ δὲ διεκελεύσατο φυγομαχεῖν καὶ τὴν ἀπὸ θατέρου μέρους κρίσιν ἀποθεωρεῖν.
そして彼に対し、戦闘を避け、もう一方の側での決着を見届けるように命じた。
οἱ δὲ σύμπαντες ἦσαν μετʼ Εὐμενοῦς κατὰ τοῦτον τὸν καιρὸν πεζοὶ μὲν τρισμύριοι ἑξακισχίλιοι ἑπτακόσιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
このとき、エウメネスの下にいた全軍は、歩兵三万六千七百、騎兵六千、象百十四頭であった。