§19.39.1Εὐμενὴς δὲ τὸν προειρημένον τρόπον καταστρατηγήσας τοὺς πολεμίους μετεπέμπετο πανταχόθεν τοὺς διερριμμένους τῶν στρατιωτῶν καὶ χειμάζοντας ἐν ταῖς κώμαις.
エウメネスは、前述の方法で敵を計略にかけて出し抜くと、あちこちに分散して村々で冬営していた兵士たちを四方から召集した。
βαλόμενος δὲ χάρακα καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὀχυρώσας ὑπεδέχετο μὲν τοὺς ἀεὶ καταντῶντας τῶν συμμάχων, ἐπλήρωσε δὲ τὴν στρατοπεδείαν πάντων τῶν ἐπιτηδείων.
そして、柵を巡らせ、深い濠で宿営地を強固に防備して、順次到着する同盟軍を迎え入れ、宿営地にすべての必要な物資を満たした。
§19.39.2ὁ δʼ Ἀντίγονος διελθὼν τὴν ἔρημον καὶ πυθόμενος παρὰ τῶν ἐγχωρίων σχεδὸν τὴν μὲν ἄλλην δύναμιν ἅπασαν συνεληλυθέναι τοῖς περὶ τὸν Εὐμενῆ, τοὺς δʼ ἐλέφαντας μέλλειν ἀναζευγνύειν ἐκ τῆς χειμασίας καὶ πλησίον εἶναι μεμονωμένους πάσης βοηθείας, ἀπέστειλεν ἐπʼ αὐτοὺς ἱππεῖς λογχοφόρους μὲν Μήδους δισχιλίους, Ταραντίνους δὲ διακοσίους, τῶν δὲ πεζῶν τοὺς ψιλοὺς ἅπαντας·
一方、アンティゴノスは砂漠を通り抜け、現地住民から、エウメネスの側の他の軍勢はほぼすべて集結しているが、象たちは冬営地から出発しようとしているところで、近くにおり、いかなる援助からも孤立しているということを聞き知ると、それらの象に対して、槍持ちのメディア人騎兵二千人、タラス人騎兵二百人、そして歩兵の軽装兵全員を派遣した。
§19.39.3ἤλπιζε γὰρ μεμονωμένοις τοῖς θηρίοις τὴν ἐπίθεσιν ποιησάμενος τούτων τε ῥᾳδίως κυριεύσειν καὶ τῶν πολεμίων παρελεῖσθαι τὸ κράτιστον μέρος τῆς δυνάμεως.
というのも、彼は孤立している獣たちに攻撃を仕掛ければ、これらを容易に手中におさめ、敵からその軍勢の最も強力な部分を奪い取ることができると期待したからである。
ὁ δʼ Εὐμενὴς καταστοχασάμενος τὸ μέλλον ἀπέστειλεν ἐπὶ τὴν βοήθειαν ἱππεῖς μὲν τοὺς κρατίστους χιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ ψιλοὺς τρισχιλίους.
しかし、エウメネスはこれから起こることを予期して、救援のために最も精強な騎兵千五百人と、軽装歩兵三千人を派遣した。
§19.39.4ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν οἱ τῶν ἐλεφάντων ἡγεμόνες τάξαντες εἰς πλινθίον τὰ θηρία προῆγον, ἐν μέσῳ μὲν ἀπειληφότες τὰ σκευοφόρα, κατὰ δὲ τὴν οὐραγίαν ἔχοντες συναγωνιζομένους ἱππεῖς οὐ πλείους τετρακοσίων.
だが、アンティゴノスの兵士たちが先に姿を現したため、象の指揮官たちは、荷出しを中央に囲い込み、後衛には共に戦う騎兵を四百人以下配置して、獣たちを方陣に編成して進んだ。
§19.39.5ἐπιπεσόντων δʼ αὐτοῖς τῶν πολεμίων παντὶ τῷ βάρει καὶ βιαιότερον ἐπικειμένων οἱ μὲν ἱππεῖς ἐτράπησαν ὑπὸ τοῦ πλήθους καταπονηθέντες, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων ἐφεστηκότες τὸ μὲν πρῶτον ἀντεῖχον καὶ διεκαρτέρουν πανταχόθεν κατατιτρωσκόμενοι, βλάψαι δʼ οὐδὲν τοὺς πολεμίους δυνάμενοι.
敵が全力を挙げて彼らに襲いかかり、より激しく圧迫してきたので、騎兵たちはその多勢に圧倒されて敗走し、象の上に乗っている者たちは、最初は持ちこたえ、四方から傷を負わされながらも耐え忍んだが、敵には何ら打撃を与えることができなかった。
§19.39.6ἤδη δʼ αὐτῶν καταπονουμένων ἀνελπίστως ἐπιφανέντες οἱ παρʼ Εὐμενοῦς ἐξήρπασαν αὐτοὺς ἐκ τῶν κινδύνων.
彼らがすでに力尽きようとしていたそのとき、エウメネスの部下たちが思いがけず姿を現して、彼らを危機から救い出した。
μετὰ δʼ ἡμέρας ὀλίγας ἐν τεσσαράκοντα σταδίοις ἀντιστρατοπεδευουσῶν τῶν δυνάμεων ἐξέταξαν ἀμφότεροι τὸ στρατόπεδον εἰς μάχην, ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης.
数日後、両軍が四十スタディオンの間隔を置いて対峙して宿営するなか、双方は、全体の決着がつくかのように、軍勢を戦闘配置に整えた。