§19.40.1Ἀντίγονος μὲν οὖν τοὺς ἱππεῖς ἐπὶ τὰ κέρατα διελόμενος τὸ μὲν εὐώνυμον μέρος Πίθωνι παρέδωκε, τὸ δὲ δεξιὸν τῷ υἱῷ Δημητρίῳ, μεθʼ οὗ καὶ αὐτὸς διαγωνίζεσθαι διεγνώκει· τοὺς δὲ πεζοὺς εἰς μέσον καταστήσας παρέταξε παρʼ ὅλην τὴν δύναμιν τοὺς ἐλέφαντας, πληρώσας τὰ διαστήματα τοῖς ψιλικοῖς τάγμασιν.
Antigonus, then, having divided his cavalry between the wings, assigned the left wing to Pithon, and the right to his son Demetrius, with whom he himself had decided to fight; and having stationed his infantry in the center, he drew up the elephants along his entire front, filling the intervals with the light-armed detachments.
ὁ δὲ πᾶς ἀριθμὸς ἦν αὐτοῦ τῆς δυνάμεως πεζοὶ μὲν δισμύριοι δισχίλιοι, ἱππεῖς δʼ ἐννακισχίλιοι σὺν τοῖς ἐκ Μηδίας προσκαταγραφεῖσι, θηρία δὲ ἑξήκοντα καὶ πέντε.
The total number of his force was twenty-two thousand infantry, nine thousand cavalry including those newly enrolled from Media, and sixty-five beasts.
§19.40.2ὁ δʼ Εὐμενὴς πυθόμενος τὸν Ἀντίγονον ἐπὶ τοῦ δεξιοῦ κέρατος τετάχθαι μετὰ τῶν ἀρίστων ἱππέων, καὶ αὐτὸς ἀντετάξατο, ἐπὶ τὸ λαιὸν κέρας ἐπιστήσας τοὺς ἀρίστους· καὶ γὰρ τῶν σατραπῶν τοὺς πλείστους ἐνταῦθα κατέστησεν μετὰ τῶν συναγωνιζομένων αὐτοῖς ἱππέων ἐπιλέκτων καὶ αὐτὸς μετὰ τούτων ἔμελλε κινδυνεύειν·
But Eumenes, having learned that Antigonus was stationed on the right wing with his best cavalry, himself drew up opposite him, stationing his own best men on the left wing; for he placed there most of the satraps with the elite cavalry fighting with them, and he himself intended to face the danger with these.
συνῆν δʼ αὐτοῖς καὶ Μιθριδάτης ὁ Ἀριοβαρζάνου μὲν υἱός, ἀπόγονος δʼ ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν συγκαθελόντων τὸν μάγον Σμέρδιν, ἀνὴρ ἀνδρείᾳ διαφέρων καὶ τεθραμμένος ἐκ παιδὸς στρατιωτικῶς.
With them was also Mithridates, the son of Ariobarzanes and a descendant of one of the seven Persians who had overthrown Smerdis the Magian, a man outstanding in courage and trained from boyhood in military life.
§19.40.3πρὸ δὲ τοῦ κέρατος παντὸς ἔταξεν ἐν ἐπικαμπίῳ τοὺς κρατίστους τῶν ἐλεφάντων ἑξήκοντα καὶ τὰ διαστήματα τοῖς ψιλοῖς διέλαβε τάγμασι.
In front of this entire wing, he stationed sixty of his strongest elephants in an angled line, and filled the intervals with the light-armed detachments.
τῶν δὲ πεζῶν πρώτους μὲν ἔταξε τοὺς ὑπασπιστάς, εἶτα τοὺς ἀργυράσπιδας, ἐπὶ πᾶσι δὲ τοὺς ξένους καὶ τῶν ἄλλων τοὺς εἰς τὰ Μακεδονικὰ καθωπλισμένους, καὶ πρὸ τούτων ἐλέφαντας καὶ τῶν ψιλῶν τοὺς ἱκανούς.
Of the infantry, he stationed the hypaspists first, then the Silver Shields, and behind them all the mercenaries and those of the others who were armed in Macedonian fashion, and in front of these he placed elephants and a sufficient number of the light-armed.
§19.40.4ἐπὶ δὲ τὸ δεξιὸν κέρας τάξας τῶν ἱππέων καὶ τῶν ἐλεφάντων τοὺς ἀσθενεστέρους ἀπέδειξεν ἡγεμόνα τῶν πάντων Φίλιππον· τούτῳ δὲ διεκελεύσατο φυγομαχεῖν καὶ τὴν ἀπὸ θατέρου μέρους κρίσιν ἀποθεωρεῖν.
On the right wing, having stationed the weaker of his cavalry and elephants, he appointed Philip commander of them all; and he instructed him to avoid battle and to watch the decision of the conflict from the other side.
οἱ δὲ σύμπαντες ἦσαν μετʼ Εὐμενοῦς κατὰ τοῦτον τὸν καιρὸν πεζοὶ μὲν τρισμύριοι ἑξακισχίλιοι ἑπτακόσιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
The total forces with Eumenes at this time were thirty-six thousand seven hundred infantry, six thousand cavalry, and one hundred and fourteen elephants.