§19.35.1κατὰ δὲ τὴν Εὐρώπην Κάσανδρος μὲν ἐν Πελοποννήσῳ Τεγέαν πολιορκῶν καὶ πυθόμενος τήν τε Ὀλυμπιάδος κάθοδον εἰς Μακεδονίαν καὶ τὴν Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἀναίρεσιν, ἔτι δὲ τὰ περὶ τὸν Ἰόλλα τἀδελφοῦ τάφον συμβεβηκότα πρὸς μὲν τοὺς Τεγεάτας διελύσατο, τὴν δὲ δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Μακεδονίαν, καταλιπὼν τοὺς συμμάχους ἐν πολλῇ ταραχῇ·
ヨーロッパにおいては、ペロポネソスでテゲアを包囲していたカッサンドロスが、オリンピアスのマケドニアへの帰還、エウリュディケと国王フィリッポスの殺害、さらに彼の弟イオラスの墓の周りで起こった出来事を知ると、テゲアの人々と和解し、軍勢を率いてマケドニアへと進軍した。 しかし、彼は同盟者たちを大きな混乱の中に残していくことになった。
ἐφήδρευε γὰρ ταῖς ἐν Πελοποννήσῳ πόλεσιν Ἀλέξανδρος ὁ Πολυπέρχοντος ἔχων στρατόπεδον.
というのも、ポリュペルコンの息子アレクサンドロスが軍を率いてペロポネソスの諸都市をうかがっていたからである。
§19.35.2Αἰτωλοὶ δὲ χαρίζεσθαι βουλόμενοι τῇ τε Ὀλυμπιάδι καὶ Πολυπέρχοντι τὰ περὶ τὰς Πύλας στενὰ κατελάβοντο καὶ τῆς παρόδου τὸν Κάσανδρον ἀπέκλεισαν.
一方、アイトリア人たちはオリンピアスとポリュペルコンに気に入られようと望み、ピュライの隘路を占拠して、カッサンドロスの通行を遮断した。
ὁ δὲ βιάζεσθαι μὲν πρὸς τόπους δυσεμβόλους ἀπέγνω, παρασκευασάμενος δὲ πλοῖα καὶ σχεδίας ἔκ τε τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος ἐπεραίωσε τὴν δύναμιν εἰς τὴν Θετταλίαν.
しかし彼は、進入困難な土地を力ずくで突破することを断念し、エウボイアとロクリスから船や筏を用意して、軍勢をテッサリアへと渡らせた。
§19.35.3ἀκούων δὲ περὶ τὴν Περραιβίαν προκαθῆσθαι Πολυπέρχοντα μετὰ στρατοπέδου Κάλλαν μὲν ἀπέστειλε στρατηγὸν μετὰ δυνάμεως, προστάξας διαπολεμεῖν τοῖς μετὰ Πολυπέρχοντος.
そして、ポリュペルコンがペッライビア周辺に軍勢を率いて陣取っていると聞くと、カラスを将軍として軍勢とともに派遣し、ポリュペルコンの一行と戦い抜くよう命じた。
Δεινίας δὲ τὰ στενὰ προκαταληψόμενος, ἀπαντήσας τοῖς ὑπʼ Ὀλυμπιάδος ἐξαποσταλεῖσι στρατιώταις ἔφθασε τῶν παρόδων κυριεύσας.
一方、デイニアスは隘路をあらかじめ占拠しようと、オリンピアスから派遣された兵士たちに立ち向かい、彼らに先んじて通路を制圧した。
§19.35.4Ὀλυμπιὰς δὲ πυθομένη Κάσανδρον μετὰ μεγάλης δυνάμεως πλησίον εἶναι τῆς Μακεδονίας, Ἀριστόνουν μὲν ἀπέδειξε στρατηγόν, κελεύσασα δικπολεμεῖν τοῖς περὶ Κάσανδρον,
オリンピアスは、カッサンドロスが大軍を率いてマケドニアの近くにいると知ると、アリストヌオスを将軍に指名し、カッサンドロスの一行と戦い抜くよう命じた。
§19.35.5αὐτὴ δὲ παρῆλθεν εἰς Πύδναν ἔχουσα τὸν υἱὸν τὸν Ἀλεξάνδρου καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην καὶ Θετταλονίκην τὴν Φιλίππου τοῦ Ἀμύντου θυγατέρα, πρὸς δὲ τούτοις Δηιδάμειάν τε τὴν Αἰακίδου θυγατέρα τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, Πύρρου δὲ τοῦ πρὸς Ῥωμαίους ὕστερον πολεμήσαντος ἀδελφήν, καὶ τὰς Ἀττάλου θυγατέρας, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἀξιολογωτάτων φίλων τοὺς συγγενεῖς, ὥστʼ ἀθροισθῆναι περὶ αὐτὴν πλῆθος μὲν πολὺ σωμάτων, ἀχρείων δʼ εἰς πόλεμον τῶν πλείστων·
彼女自身は、アレクサンドロスの息子とその母ロクサネ、アミュンタスの息子フィリッポスの娘テッサロニケを伴ってピュドナへと入った。 さらにこれらに加えて、エペイロス人の王アイアキデスの娘であり、のちにローマ人と戦ったピュロスの姉妹であるデイダメイア、アッタロスの娘たち、同様に他の最も高名な友人たちの親族を伴っていた。 その結果、彼女の周りには多数の人間が集まったものの、その大部分は戦争には役に立たない者たちであった。
οὐδὲ γὰρ τροφῆς ἱκανὸν ἦν πλῆθος τοῖς μέλλουσι πολιορκίαν ὑπομένειν πολυχρόνιον.
というのも、長期にわたる包囲戦に耐えようとする者たちにとって、十分な量の食糧はなかったからである。
§19.35.6ὧν ἁπάντων πρόδηλον ἐχόντων τὸν κίνδυνον οὐδὲν ἧττον ἐνταῦθα διέγνω μένειν, ἐλπίζουσα αὐτῇ βοηθήσειν κατὰ θάλασσαν Ἑλλήνων τε καὶ Μακεδόνων πολλούς.
これらのすべてのことが明白な危険を孕んでいたにもかかわらず、彼女はそれでもなおそこにとどまることを決意した。 多くのギリシア人やマケドニア人が海路から彼女を助けに来るだろうと期待していたからである。
§19.35.7συνῆσαν δʼ αὐτῇ τῶν τʼ ἐξ Ἀμβρακίας ἱππέων τινὲς καὶ τῶν περὶ τὴν αὐλὴν εἰωθότων διατρίβειν στρατιωτῶν οἱ πλείους, ἔτι δὲ τῶν μετὰ Πολυπέρχοντος ἐλεφάντων οἱ καταλειφθέντες·
彼女のもとには、アンブラキア出身の騎兵の一部や、宮廷に仕えていた兵士たちの大部分、さらにはポリュペルコンの部隊の象のうち残されていたものがともにいた。
τῶν μὲν γὰρ ἄλλων θηρίων κατὰ τὴν προτέραν ἐμβολὴν εἰς Μακεδονίαν Κάσανδρος ἐκεκυριεύκει.
というのも、他の獣については、以前のマケドニア侵攻の際にカッサンドロスがすでに手に入れていたからである。