Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.31.1-19.31.5

夜間の対峙とアンティゴノスによる埋葬権の確保

108 / 301 箇所 · ギリシア語

要旨

エウメネスとアンティゴノスは逃走した兵を呼び戻して再び対峙するが、疲弊と空腹のために宿営を余儀なくされる。エウメネスが兵の要求で後退したのに対し、強硬に死者の遺体の上に留まったアンティゴノスが戦死者の埋葬権を得て勝利を主張した。

§19.31.1βοηθῆσαι τοῖς περὶ τὸν Εὔδαμον. ἤδη δὲ τῆς ὥρας οὔσης περὶ λύχνων ἁφὰς ἀμφότεροι τοὺς φεύγοντας ἀνακαλεσάμενοι πάλιν πᾶσαν ἐξέταττον τὴν δύναμιν· τοσαύτης φιλονεικίας ὑπῆρχον πλήρεις οὐχ οἱ στρατηγοὶ μόνον, ἀλλὰ καὶ τὰ πλήθη τῶν ἀγωνιζομένων. §19.31.2τῆς δὲ νυκτὸς οὔσης αἰθρίου καὶ πανσελήνου καὶ τῶν δυνάμεων ἀντιπαραγουσῶν ἀλλήλαις ὡς ἂν ἐν τέτταρσι πλέθροις ὁ ψόφος τῶν ὅπλων καὶ τῶν ἵππων ὁ φρυαγμὸς ἐν χερσὶν ἐδόκει πᾶσιν εἶναι τοῖς ἀντιτεταγμένοις. ὡς δὲ παράγοντες ἀπέσχον ἀπὸ τῶν ἐν τῇ μάχῃ πεπτωκότων ὡς τριάκοντα σταδίους, ἡ μὲν ὥρα κατελάμβανεν μεσονύκτιος, κακῶς δὲ διέκειντο ἀμφότεροι διά τε τὴν ὁδοιπορίαν καὶ τὴν ἐν τῇ μάχῃ κακοπάθειαν, §19.31.3ἔτι δὲ τὴν ἀσιτίαν, ὥστε ἡναγκάσθησαν ἀφέμενοι τῆς μάχης καταστρατοπεδεῦσαι. Εὐμενὴς μὲν οὖν ἐπεχείρει ἀναζευγνύειν ἐπὶ τῶν νεκρῶν, σπεύδων κρατεῖν τῆς τούτων ἀναιρέσεως καὶ τὴν νίκην ἀναμφισβήτητον περιποιήσασθαι. οὐ προσεχόντων δὲ τῶν στρατιωτῶν, ἀλλὰ βοώντων ἐπὶ τὴν ἰδίαν ἀποσκευὴν ἀναχωρεῖν μακρὰν ἀπέχουσαν ἠναγκάσθη πεισθῆναι τῷ πλήθει· §19.31.4οὔτε γὰρ τοῖς στρατιώταις δυνατὸν ἦν πικρῶς ἐπιτιμᾶν, ἀμφισβητούντων πολλῶν τῆς στρατηγίας, οὔτε τὸν καιρὸν ἐπιτῄδειον ἑώρα κολάζειν τοὺς ἀπειθοῦντας. ὁ δʼ Ἀντίγονος τοὐναντίον χωρὶς δημαγωγίας βεβαίως ἔχων τὴν ἡγεμονίαν ἐβιάσατο μὲν τὸ πλῆθος ἐπὶ τῶν νεκρῶν στρατοπεδεῦσαι, κύριος δὲ γενόμενος τῆς τούτων ταφῆς ἠμφισβήτει τῆς νίκης, ἀποφαινόμενος προτερεῖν ἐν ταῖς μάχαις τὸ τῶν πεσόντων κυριεῦσαι. §19.31.5ἀνῃρέθησαν δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἀντιγόνου πεζοὶ μὲν εἰς τρισχιλίους ἑπτακοσίους, ἱππεῖς δὲ πεντήκοντα τέσσαρες, τραυματίαι δʼ ἐγένοντο πλείους τῶν τετρακισχιλίων· τῶν δʼ Ευμενοῦς ἔπεσον πεζοὶ μὲν πεντακόσιοι τεσσαράκοντα, ἱππεῖς δʼ ὀλίγοι παντελῶς, τραυματίαι δʼ ἐγένοντο πλείους τῶν ἐννακοσίων.
エウダモスの一派を救出するために急いだ。すでに灯火をともす頃であったので、両者ともに逃亡する者たちを呼び戻し、再び全軍を整列させた。将軍たちだけでなく、戦う兵士たちの群衆もまた、それほどまでに強い闘志に満ちていたのである。夜は晴れ渡って満月であり、両軍は互いに並行して進軍していたが、その距離はおよそ四プレトロンほどであったため、武器のぶつかり合う音や馬のいななきが、対峙するすべての人々にとって、すぐ目の前で起こっているかのように思われた。しかし、並行して進みながら、戦闘での戦死者たちがいる場所からおよそ三十スタディオンほど離れたとき、時間は真夜中に達し、両者ともに強行軍と戦闘での疲弊のために、ひどく疲れ果てていた。さらに食糧の欠乏も加わり、彼らは戦闘を断念して陣を張ることを余儀なくされた。そこでエウメネスは、戦死者たちの遺体がある場所で宿営しようと試みた。遺体の回収を主導し、勝利を疑いのないものにしようと急いだためである。しかし、兵士たちは耳を貸さず、はるか遠くにある自分たちの荷物のところへ退却しようと叫んだため、彼は多数の意見に従わざるを得なかった。というのも、多くの者が将軍の地位をめぐって争っていたため、兵士たちを厳しく非難することは不可能であり、また従わない者たちを処罰するのに適した時期だとも思えなかったからである。これに対してアンティゴノスは、民衆に媚びることなく指揮権を確固たるものにしていたため、兵士たちを強制して戦死者たちの遺体の上で宿営させ、遺体の埋葬権を手に入れることで勝利を主張し、戦闘において倒れた者たちを支配することこそが優位に立つ証拠であると宣言した。この戦闘において、アンティゴノス側では、歩兵が三千七百人まで、騎兵が五十四人戦死し、負傷者は四千人以上に達した。一方、エウメネス側では、歩兵が五百四十人戦死し、騎兵は極めて少数であり、負傷者は九百人以上に達した。

語釈・文法注

  1. 19.31.1βοηθῆσαι — 直前のチャンクの末尾にある分詞 σπεύδοντες(急いで)に直接係り、その目的や具体的な行動内容を表す不定詞。話者が物語を継続する形で本チャンクの冒頭に置かれている。
  2. 19.31.2ὡς ἂν ἐν τέτταρσι πλέθροις — 「およそ四プレトロンの距離にあるかのように」の意。ὡς ἄν は条件法的な仮定を含み、距離を示す前置詞句 ἐν τέτταρσι πλέθροις とともに、敵味方の距離が非常に接近していたことを比喩的・主観的に描写している。
  3. 19.31.4ἀμφισβητούντων πολλῶν τῆς στρατηγίας — 独立属格構文。πολλῶν が意味上の主語で、ἀμφισβητούντων が動詞。ἀμφισβητέω(争う、異議を唱える)は支配する対象を属格(τῆς στρατηγίας、将軍の地位・指揮権)で取るため、文脈上「多くの者が指揮権を争っていたので」という原因を表す。
  4. 19.31.4τὸ τῶν πεσόντων κυριεῦσαι — 冠詞付き不定詞。ἀποφαινόμενος(宣言しつつ)に導かれる間接話法において、対格不定詞 προτερεῖν(優位に立つ)の主語(対格)として機能している。κυριεῦσαι(支配する、掌握する)は属格(τῶν πεσόντων、斃れた者たち)を支配する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.31.1-19.31.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.31.1-19.31.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。