§19.30.1ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένετο τὰ στρατόπεδα καὶ τὸ σύσσημον ἤρθη παρʼ ἀμφοτέροις, ἐπηλάλαξαν μὲν αἱ δυνάμεις ἐπαλλὰξ πλεονάκις, ἐσήμηναν δʼ οἱ σαλπιγκταὶ τὸ πολεμικόν.
両軍の陣営が互いに接近し、双方で合図が掲げられると、軍勢は交互に何度も鬨の声を上げ、喇叭手たちは戦闘開始の合図を吹き鳴らした。
πρῶτοι δʼ οἱ μετὰ Πίθωνος ἱππεῖς, στερεὸν μὲν οὐδὲν οὐδʼ ἀξιόλογον ἔχοντες πρόφραγμα περὶ αὐτούς, ὑπερέχοντες δὲ τῶν ἀντιτεταγμένων τῷ τε πλήθει καὶ ταῖς ἐλαφρότησιν, ἐπειρῶντο χρήσασθαι τοῖς ἰδίοις προτερήμασι.
まずペイトン率いる騎兵たちが、自分たちの周囲に頑丈な、あるいは特筆すべき障害物を持たなかったものの、対峙する敵に対して数と身軽さの双方で勝っていたため、自分たちの利点を生かそうと試みた。
§19.30.2τὸ μὲν γὰρ κατὰ στόμα διακινδυνεύειν πρὸς ἐλέφαντας οὐκ ἀσφαλὲς ἐνόμιζον, περιιππεύσαντες δὲ τὸ κέρας καὶ πλαγίοις ἐμβαλόντες πυκνοῖς τοῖς βέλεσι κατετίτρωσκον, αὐτοὶ μὲν διὰ τὰς ἐλαφρότητας οὐδὲν πάσχοντες, μεγάλα δὲ βλάπτοντες τοὺς διὰ τὰ βάρη μήτʼ ἐκδιῶξαι δυναμένους μήτʼ ἀναχωρεῖν, ὅταν καιρὸς παραγγείλῃ.
というのも、彼らは正面から象たちに対して決戦に臨むことは安全ではないと考え、翼を迂回し、側面から密集した矢を浴びせて負傷させたからである。 彼ら自身はその身軽さのために何ら損害を被らなかったが、その重さのために、好機が告げるときに追撃することも退却することもできない敵に対しては、大きな損害を与えた。
§19.30.3Εὐμενὴς δʼ ὁρῶν πιεζούμενον τὸ κέρας τῷ πλήθει τῶν ἀφιπποτοξοτῶν μετεπέμψατο παρʼ Εὐδάμου τοῦ τὸ λαιὸν κέρας ἔχοντος τοὺς ἐλαφροτάτους τῶν ἱππέων,
しかしエウメネスは、乗馬弓兵の多さによって翼が圧迫されているのを見て、左翼を維持していたエウダモスのもとから最も軽装の騎兵を呼び寄せた。
§19.30.4ἐξαγαγὼν δὲ ἐπὶ κέρας τὴν ὅλην τάξιν τοῖς μὲν ψιλοῖς καὶ τοῖς ἐλαφροτάτοις τῶν ἱππέων εἰσέβαλεν εἰς τοὺς ἐναντίους, ἐπακολουθούντων δὲ καὶ τῶν θηρίων ῥᾳδίως τρεψάμενος τοὺς περὶ τὸν Πίθωνα κατεδίωξε μέχρι τῆς ὑπωρίας.
そして全体の戦列を縦隊へと展開し、軽装歩兵と最も軽装の騎兵でもって敵に突撃した。 そして象たちもこれに従う中、ペイトンの一派を容易に敗走させ、山麓まで追撃した。
§19.30.5ἅμα δὲ τούτοις πραττομένοις συνέβη καὶ τοὺς πεζοὺς ἐφʼ ἱκανὸν μὲν χρόνον φαλαγγομαχεῖν πρὸς ἀλλήλους, τὸ δὲ τελευταῖον πολλῶν πεσόντων παρʼ ἀμφοτέροις ἐπικρατῆσαι τοὺς παρʼ Εὐμενεῖ τεταγμένους διὰ τὰς τῶν ἀργυρασπίδων Μακεδόνων ἀρετάς·
これらのことが行われているのと同時に、歩兵たちもかなりの時間、互いにファランクス戦を繰り広げたが、最後には、双方に多くの戦死者が出たのち、銀楯隊のマケドニア人の健闘によって、エウメネスの側に配置された者たちが勝利を収めた。
§19.30.6οὗτοι γὰρ ταῖς μὲν ἡλικίαις ἤδη προβεβήκεισαν, διὰ δὲ τὸ πλῆθος τῶν κινδύνων διέφερον ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις, ὥστε μηδένα δύνασθαι κατὰ στόμα τὴν βίαν ὑποστῆναι.
というのも、彼らは年齢においてはすでに高齢に達していたが、数々の危険をくぐり抜けてきたため、その勇敢さと武芸の熟練において傑出しており、正面から彼らの突進を支えうる者は誰もいなかったからである。
διὸ καὶ τότε τρισχίλιοι μὲν ὄντες οἱονεὶ στόμωμα καθειστήκεισαν πάσης τῆς δυνάμεως.
それゆえ、その時にも彼らは三千人でありながら、全軍のいわば「刃先」のようになっていた。
§19.30.7Ἀντίγονος δʼ ὁρῶν τό τε εὐώνυμον κέρας τῶν ἰδίων πεφευγότας καὶ τὴν φάλαγγα πᾶσαν τετραμμένην τοῖς μὲν συμβουλούουσιν ἀποχωρεῖν πρὸς τὴν ὀρεινὴν καὶ τοὺς ἀπὸ τῆς φυγῆς σωζομένους ἀναλαμβάνειν, ἄθραυστον ἔχοντα τὸ περὶ αὐτὸν μέρος τῆς δυνάμεως, οὐ προσέσχε, τῷ δὲ παρὰ τοῦ καιροῦ δοθέντι προτερήματι δεξιῶς χρησάμενος καὶ τοὺς φεύγοντας τῶν ἰδίων ἔσωσε καὶ τῆς νίκης ἔτυχεν.
アンティゴノスは、味方の左翼が逃走し、ファランクス全体が敗走しているのを見て、自分たちの周りの軍勢を無傷で保持しているのだから、山地へと退却して逃げ延びた者たちを収容すべきだ、と助言する者たちには耳を貸さず、むしろその局面から与えられた好機を巧みに利用し、逃走する味方を救い、また勝利をも手に入れた。
§19.30.8οἱ μὲν γὰρ ἀργυράσπιδες οἱ παρʼ Εὐμενεῖ καὶ τὸ λοιπὸν πλῆθος τῶν πεζῶν ὡς τάχιστα ἐτρέψατο τοὺς ἀντιτεταγμένους, ἐπεδίωκεν μέχρι τῆς πρότερον ὑπωρίας·
というのも、エウメネス側の銀楯隊とその他の歩兵の群れは、対峙する敵をできるだけ早く破ると、先ほどの山麓まで追撃していた。
§19.30.9ὁ δʼ Ἀντίγονος γενομένου διαστήματος ἐν τῇ τῶν πολεμίων τάξει διιππεύσας μέρει τῶν ἱππέων ἐνέβαλεν εἰς πλαγίους τοὺς περὶ Εὔδαμον τεταγμένους ἐπὶ τοῦ λαιοῦ κέρατος.
しかしアンティゴノスは、敵の陣列に隙間が生じたため、騎兵の一部を率いて通り抜け、左翼に配置されていたエウダモス率いる部隊の側面に突撃した。
§19.30.10ταχὺ δὲ διὰ τὸ παράδοξον τρεψάμενος τοὺς ἐναντίους καὶ πολλοὺς ἀνελὼν διαπέστειλε τῶν ἱππέων τοὺς ἐλαφροτάτους καὶ διὰ τούτων ἀνεκαλέσατο τοὺς φεύγοντας καὶ παρὰ τὴν ὑπωρίαν πάλιν εἰς τάξιν κατέστησεν.
そして、不意の攻撃によって速やかに敵を敗走させ、多くを殺害すると、最も軽装の騎兵たちを派遣し、彼らを通じて逃走中の味方を呼び戻し、山麓の近くで再び整列させた。
καὶ γὰρ οἱ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὴν τῶν ἰδίων τροπὴν ἀνεκαλοῦντο τῇ σάλπιγγι τοὺς διώκοντας, σπεύδοντες
エウメネスたちもまた、味方の敗走を知ると、喇叭で追撃する者たちを呼び戻した。 彼らは急いで