§19.32.1ὁ δʼ Ἀντίγονος μετὰ τὴν ἐκ τῆς μάχης ἀποχώρησιν ὁρῶν τοὺς στρατιώτας ἀθυμοῦντας διέγνω τὴν ταχίστην ἀναζευγνύειν ὡς πορρωτάτω τῶν πολεμίων.
一方、アンティゴノスは戦闘からの撤退の後、兵士たちが意気消沈しているのを見て、敵からできるだけ遠くへできるだけ速やかに出発することを決意した。
βουλόμενος δʼ εὔζωνον ποιῆσαι τὴν δύναμιν πρὸς τὴν ἀποχώρησιν τοὺς μὲν τραυματίας καὶ τὰ βαρύτατα τῆς ἀποσκευῆς προαπέστειλεν εἴς τινα τῶν πλησίον πόλεων, τοὺς δὲ νεκροὺς ἅμʼ ἡμέρᾳ θάψας καὶ παρακατασχὼν τὸν παρὰ τῶν πολεμίων ἥκοντα κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως παρήγγειλε τῆς ὥρας δειπνοποιεῖσθαι.
撤退に向けて軍を身軽にすることを望んだ彼は、負傷者と最も重い荷物を近隣の都市の一つへとあらかじめ送り出し、死者たちを夜明けとともに埋葬すると、死者の引き取りに関して敵からやって来た伝令を留め置いた上で、その時刻に食事をとるよう命じた。
§19.32.2τῆς δʼ ἡμέρας διελθούσης τὸν μὲν κήρυκα ἀπ έπεμψε, δοὺς εἰς τὴν αὔριον τὴν ἀναίρεσιν, αὐτὸς δὲ πρώτης φυλακῆς ἀρχομένης ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως καὶ συντόνους τὰς πορείας ποιούμενος ἀπέστη μὲν τῶν πολεμίων μακράν, ἔσχε δὲ χώραν ἀκεραίαν εἰς ἀνάληψιν τοῦ στρατοπέδου·
一日が過ぎると、彼は翌日の引き取りを認めつつ伝令を帰らせ、自身は第一夜警が始まる時に全軍を率いて出発し、強行軍を行って敵から遠く離れ、軍の休息のために荒らされていない土地を確保した。
διήνυσε γὰρ ἕως Γαμάργων τῆς Μηδίας, οὔσης τῆς χώρας ὑπὸ Πίθωνα καὶ δυναμένης μεγάλαις δυνάμεσι πρὸς διατροφὴν δαψιλῶς ἅπαντα χορηγῆσαι.
というのも、彼はメディアのガマルガまで進んだが、そこはペイトンの支配下にある土地であり、大軍に対して食糧のためにすべてを豊かに供給することができたからである。
§19.32.3Εὐμενὴς δὲ διὰ τῶν κατασκόπων πυθόμενος τὴν ἀναχώρησιν τῶν περὶ Ἀντίγονον τοῦ μὲν διώκειν ἀπέστη διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι, περὶ δὲ τὴν ἀναίρεσιν τῶν τετελευτηκότων γενόμενος ἐπεμελήθη τῆς ταφῆς μεγαλοπρεπῶς.
一方、エウメネスは、偵察兵を通じてアンティゴノスらの撤退を知り、彼自身の兵士たちもまた飢えと大きな苦難の中に入っていたために追撃することを断念したが、亡くなった者たちの引き取りに従事して、その埋葬を盛大に執り行った。
ἔνθα δὴ συνέβη γενέσθαι πρᾶγμα παράδοξον καὶ πολὺ τῶν παρʼ Ἕλλησι νομίμων ἐξηλλαγμένον.
まさにその場所で、驚くべき、かつギリシア人の慣習から大きく外れた出来事が起こった。