§19.3.1Δάμας γάρ τις τῶν ἐνδόξων ἀριθμούμενος ἐν Συρακούσσαις ἐρωτικῶς διετέθη πρὸς τὸν Ἀγαθοκλέα καὶ τὸ μὲν πρῶτον δαψιλῶς ἅπαντα χορηγῶν αἴτιος ἐγένετο σύμμετρον αὐτὸν οὐσίαν συλλέξασθαι, μετὰ δὲ ταῦτα αἱρεθεὶς ἐπʼ Ἀκράγαντα στρατηγός, ἐπειδὴ τῶν χιλιάρχων τις ἀπέθανεν, τοῦτον εἰς τὸν ἐκείνου τόπον κατέστησεν.
というのも、シュラクサイで名士の一人に数えられていたダマスという者が、アガトクレスに対して恋愛感情を抱き、最初はあらゆるものを惜しみなく与えることで、彼がかなりの財産を蓄えるきっかけを作ったからである。 その後、ダマスがアクラガスに対する将軍に選出されると、千人隊長の一人が亡くなったため、アガトクレスをその者の代わりに任命した。
§19.3.2ὁ δὲ καὶ πρὸ τῆς στρατείας μὲν ἦν πολύσεμνος διὰ τὸ μέγεθος τῶν ὅπλων·
アガトクレスは、この遠征の前から、その武具の大きさのために非常に目立つ存在であった。
ἐπετήδευσε γὰρ ἐν ταῖς ἐξοπλασίαις φορεῖν πανοπλίαν τηλικαύτην τὸ μέγεθος ὥστε μηδένα τῶν ἄλλων δύνασθαι ῥᾳδίως χρῆσθαι τῷ βάρει τῶν ὅπλων·
というのも、彼は武装訓練の際、他の誰もその武具の重さに容易には耐えられないほどの大きさの、全身用の武具を身につけることを習慣としていたからである。
πολὺ δʼ ἔτι μᾶλλον γενόμενος χιλίαρχος περιεποιήσατο δόξαν, φιλοκίνδυνος μὲν ὢν καὶ παράβολος ἐν ταῖς μάχαις, ἰταμὸς δὲ καὶ πρόχειρος ἐν ταῖς δημηγοίαις.
さらに、千人隊長になると、戦闘においては危険を好み無鉄砲であり、民衆への演説においては大胆で弁が立ったため、いっそう大きな名声を獲得した。
τοῦ δὲ Δάμαντος νόσῳ τελευτήσαντος καὶ τὴν οὐσίαν καταλιπόντος τῇ γυναικὶ ταύτην ἔγημε καὶ τῶν πλουσιωτάτων εἷς ἠριθμεῖτο.
そして、ダマスが病気で亡くなり、その財産を妻に遺すと、アガトクレスはこの女性と結婚し、最も裕福な者たちの一人に数えられるようになった。
§19.3.3μετὰ δὲ ταῦτα Κροτωνιάταις πολιορκουμένοις ὑπὸ Βρεττίων οἱ Συρακόσιοι δύναμιν ἁδρὰν ἔπεμψαν, ἧς ἐστρατήγει μὲν μεθʼ ἑτέρων Ἄντανδρος ὁ Ἀγαθοκλέους ἀδελφός, τῶν δʼ ὅλων εἶχε τὴν ἡγεμονίαν Ἡρακλείδης καὶ Σώστρατος, ἄνδρες ἐν ἐπιβουλαῖς καὶ φόνοις καὶ μεγάλοις ἀσεβήμασι γεγονότες τὸν πλείω τοῦ βίου·
その後、クロトン人がブロッティオン人によって包囲された際、シュラクサイ人は大規模な軍隊を派遣した。 この軍隊は、他の者たちとともにアガトクレスの兄弟であるアンタンドロスが将軍として率いていたが、全軍の指揮権を握っていたのはヘラクレイデスとソストラトスであった。 彼らは人生の大部分を陰謀や殺害、そして大いなる不敬虔のなかに生きてきた人物であった。
περὶ ὧν τὰ κατὰ μέρος ἡ πρὸ ταύτης περιέχει βύβλος.
彼らに関する個々の事柄については、これより前の巻に収められている。
§19.3.4συνεστρατεύετο δʼ αὐτοῖς καὶ Ἀγαθοκλῆς, ἐγνωσμένος ὑπὸ τοῦ δήμου καὶ τεταγμένος ἐπὶ χιλιαρχικῆς ἡγεμονίας, ὃς τὸ μὲν πρῶτον ἐν ταῖς πρὸς τοὺς βαρβάρους μάχαις γενόμενος κράτιστος ὑπὸ τῶν περὶ Σώστρατον ἀφῃρέθη τὴν τῶν ἀριστείων τιμὴν διὰ τὸν φθόνον.
アガトクレスも彼らとともに遠征に参加していた。 彼は民衆によく知られており、千人隊長の指揮官に任命されていた。 彼は最初、異民族との戦闘において最も優れた戦いぶりを示したが、ソストラトスの一派から、嫉妬のために武功の誉れを剥奪された。
§19.3.5ἐφʼ οἷς περιαλγὴς γενόμενος αὐτοὺς ὡς διεγνωκότας ἐπιθέσθαι τυραννίδι κατηγόρησεν ἐν τῷ δήμῳ.
これに深く心を痛めたアガトクレスは、彼らが僭主政治を打ち立てる決意をしているとして、民衆の前で彼らを告発した。
οὐ προσεχόντων δὲ τῶν Συρακοσίων ταῖς διαβολαῖς οἱ μὲν περὶ Σώστρατον ἐδυνάστευσαν τῆς πατρίδος μετὰ τὴν ἐκ Κρότωνος ἐπάνοδον.
しかし、シュラクサイ人がこの告発に耳を貸さなかったため、ソストラトスの一派はクロトンから帰還した後に祖国の実権を握ることとなった。