§19.4.1ὁ δʼ Ἀγαθοκλῆς ἀλλοτρίως ἔχων τὰ πρὸς αὐτοὺς τὸ μὲν πρῶτον κατέμενεν ἐν Ἰταλίᾳ μετὰ τῶν κοινοπραγούντων καὶ καταλαμβάνεσθαι τὴν τῶν Κροτωνιατῶν πόλιν ἐπιχειρήσας ἐξέπεσε καὶ μετʼ ὀλίγων εἰς Τάραντα διεσώθη.
一方、アガトクレスは彼らに対して敵対的な態度をとっていたため、最初は志を同じくする者たちとともにイタリアに留まり、クロトン人の市を占領しようと試みたが、撃退されて少数の者たちとともにタラスへと逃れて一命を取り留めた。
ταχθεὶς δὲ παρὰ τοῖς Ταραντίνοις ἐν τῇ τῶν μισθοφόρων τάξει καὶ πολλαῖς καὶ παραβόλοις ἐγχειρῶν πράξεσιν εἰς ὑποψίαν ἦλθε καινοτομεῖν.
そして、タラス人のもとで傭兵の列に配置されたものの、多くの危険な企てに手を染めたため、革命を企てているという嫌疑をかけられるようになった。
§19.4.2διόπερ ἀπολυθεὶς καὶ ταύτης τῆς στρατείας συνήθροισε τοὺς κατὰ τὴν Ἰταλίαν φυγάδας καὶ Ῥηγίνοις πολεμουμένοις ὑπὸ τῶν περὶ τὸν Ἡρακλείδην καὶ Σώστρατον ἐβοήθησεν.
そのため、この軍務からも罷免され、イタリア各地の亡命者たちを集め、ヘラクレイデスとソストラトスの一派によって攻撃されていたレギオンの人々を救援した。
§19.4.3ἔπειτα τῆς ἐν Συρακούσσαις δυναστείας καταλυθείσης καὶ τῶν περὶ τὸν Σώστρατον φυγόντων κατῆλθεν εἰς τὴν πατρίδα.
その後、シュラクサイにおける支配政権が崩壊し、ソストラトスの一派が亡命すると、彼は祖国に帰還した。
συνεκπεσόντων δὲ τοῖς δυνάσταις πολλῶν ἐνδόξων ἀνδρῶν, ὡς ἂν τῆς ὀλιγαρχίας κενοινωνηκότων τῆς τῶν ἑξακοσίων τῶν ἐπιφανεστάτων, ἐνέστη πόλεμος τοῖς φυγάσι πρὸς τοὺς ἀντεχομένους τῆς δημοκρατίας.
しかし、支配者たちとともに多くの名士たちも、最も顕著な六百人からなる寡頭政に参加していたという理由で追放されていたため、亡命者たちと民主政を支持する者たちとの間に戦争が起こった。
συμμαχούντων δὲ τῶν Καρχηδονίων τοῖς περὶ τὸν Σώστρατον φυγάσιν ἐγίνοντο κίνδυνοι συνεχεῖς καὶ παρατάξεις ἁδρῶν δυνάμεων, ἐν αἷς Ἀγαθοκλῆς, ποτὲ μὲν ἰδιώτης ὤν, ποτὲ δὲ ἐφʼ ἡγεμονίας τεταγμένος, ὑπελήφθη δραστικὸς εἶναι καὶ φιλότεχνος ἐκ τοῦ πρὸς ἕκαστον τῶν καιρῶν ἐπινοεῖσθαί τι τῶν χρησίμων·
カルタゴ人がソストラトスら亡命者たちと同盟を結んだため、絶え間ない危険と大規模な軍勢による会戦が生じたが、その中でアガトクレスは、ある時は一兵卒として、またある時は指揮官に任命されて戦い、それぞれの局面において何か有益な策を考案することによって、精力的で知略に長けた人物とみなされるようになった。
ὧν ἓν ἔπραξε καὶ μάλα μνήμης ἄξιον.
そのうち彼が成し遂げた、特に記憶に値する一つの出来事がある。
§19.4.4στρατοπεδευόντων γάρ ποτε τῶν Συρακοσίων πλησίον τῆς Γέλας αὐτὸς μὲν νυκτὸς παρεισέπεσεν εἰς τὴν πόλιν μετὰ χιλίων στρατιωτῶν, οἱ δὲ περὶ τὸν Σώστρατον ἐπιφανέντες μετὰ μεγάλης καὶ τεταγμένης δυνάμεως ἐτρέψαντο τοὺς παρεισπεπτωκότας καὶ κατέβαλον εἰς τριακοσίους.
かつてシュラクサイ人がゲラの近くに陣を張っていた時のこと、アガトクレス自身は夜間に千人の兵士を率いて市内に侵入した。 しかし、ソストラトスの一派が大軍かつ整然とした部隊を率いて現れ、侵入した者たちを敗走させ、約三百人を討ち取った。
§19.4.5τῶν δʼ ἄλλων ἐπιβαλομένων μὲν φεύγειν διά τινος στενοῦ τόπου καὶ τὴν σωτηρίαν ἀπεγνωκότων παραδόξως αὐτοὺς Ἀγαθοκλῆς ἐκ τῶν κινδύνων ἐρρύσατο.
残りの者たちが狭い場所を通って逃れようとし、生き残ることを諦めかけていたところを、アガトクレスは思いがけない方法で、彼らを危険から救い出した。
§19.4.6αὐτὸς μὲν γὰρ λαμπρότατα πάντων ἀγωνισάμενος ἑπτὰ τραύμασι περιέπεσε καὶ διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος τὸ σῶμα παρελύετο· τῶν δὲ πολεμίων ἐπικειμένων παρήγγειλε τοῖς σαλπιγκταῖς ἐπʼ ἀμφότερα τὰ μέρη τοῦ τείχους παρελθόντας σημαίνειν τὸ πολεμικόν.
というのも、彼自身は誰よりも目覚ましく戦ったものの、七つの傷を負い、流れた多量の血のために体が動かなくなっていたが、敵が激しく追撃してくる中で、彼はラッパ手たちに、城壁の両側へ進んで戦闘開始の合図を鳴らすよう命じたからである。
§19.4.7ὧν ταχέως τὸ ῥηθὲν πραξάντων οἱ προσβοηθήσαντες ἐκ τῆς Γέλας τὸ μὲν ἀληθὲς διὰ τὸ σκότος οὐκ ἠδύναντο συνιδεῖν, ὑπολαβόντες δὲ τὴν ἄλλην δύναμιν τῶν Συρακοσίων κατʼ ἀμφότερα τὰ μέρη παρεισπεπτωκέναι τοῦ μὲν ἔτι διώκειν ἀπέστησαν, διελόμενοι δὲ τὰς τάξεις διχῇ ταχέως ἐβοήθουν, συντρέχοντες πρὸς τὸν ἦχον τῶν σαλπιγκτῶν.
彼らが命じられたことを素早く実行すると、ゲラから救援に駆けつけた者たちは、暗闇のために真相を見抜くことができず、シュラクサイ軍の残りの本隊が両側から侵入したのだと思い込み、追撃を止めて、部隊を二手に分けてラッパの音のする方へと一斉に駆けつけ、速やかに救援に向かった。
ἐν τοσούτῳ δὲ τυχόντες ἀνοχῆς οἱ περὶ τὸν Ἀγαθοκλέα μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὸν χάρακα.
その間に時間的猶予を得たアガトクレスの一派は、完全に安全に陣営へと逃げ帰った。
ἐνταῦθα μὲν οὖν τοῦτον τὸν τρόπον καταστρατηγήσας τοὺς πολεμίους οὐ μόνον τοὺς σὺν αὐτῷ παραδόξως ἔσωσεν, ἀλλὰ καὶ τῶν συμμάχων ἑπτακοσίους ἄνδρας.
こうして、このように敵の裏をかくことで、彼は自分とともにいた者たちを思いがけず救っただけでなく、同盟軍の七百人の兵たちをも救い出したのである。