Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.108.1-19.108.6

ヒメラ川を挟んだ対峙とカルタゴ陣営への急襲

185 / 301 箇所 · ギリシア語

要旨

アガトクレスとカルタゴの軍勢は予言への畏怖から対峙を続けていたが、小競り合いをきっかけにアガトクレスが奇襲を仕掛け、敵の陣営内で激しい戦闘が始まった。

§19.108.1κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος.
カルタゴ人たちは、かつてファラリスの砦であったと言われるエクノモス丘を占拠していた。
ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος·
この場所で、あの僭主が、拷問を受ける人々を処罰することで広く知られた青銅の牡牛を製作したと伝えられている。
διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.
その装置の下で火が焚かれたからであり、それゆえこの場所は、不幸な人々に対する僭主の不敬な行いにちなんでエクノモス(不法の地)と名付けられたのだという。
§19.108.2ἐκ δὲ θατέρου μέρους Ἀγαθοκλῆς ἕτερον τῶν Φαλάριδος γεγενημένων φρουρίων κατεῖχε, τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φαλάριον.
反対側では、アガトクレスが、かつてファラリスの砦であったもう一つの場所、彼にちなんでファラリオンと呼ばれた砦を占拠していた。
καὶ διὰ μέσων μὲν τῶν παρεμβολῶν ἦν ποταμός, ὃν ἀμφότεροι πρόβλημα τῶν πολεμίων ἐπεποίηντο, φῆμαι δὲ κατεῖχον ἐπὶ τῶν προτέρων χρόνων ὅτι δεῖ περὶ τὸν τόπον τοῦτον πλῆθος ἀνθρώπων ἐν μάχῃ διαφθαρῆναι.
そして両陣営の間には川が流れており、双方がそれを敵に対する防壁としていたが、以前から、この場所の周辺で戦闘により多数の人間が滅びる運命にあるという予言が流布していた。
οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα, συνέβαινε δεισιδαιμονεῖν τὰ στρατόπεδα καὶ πρὸς μάχην ὀκνηρῶς ἔχειν.
どちらの側にその災厄が降りかかるのかが明らかでなかったため、両陣営は迷信的恐怖を抱き、戦闘を躊躇するようになっていた。
§19.108.3διόπερ ἐπὶ πολὺν χρόνον οὐδέτεροι τὸν ποταμὸν ἐτόλμων διαβαίνειν ἀθρόοις στρατιώταις, ἕως ὅτου παράλογός τις αἰτία προεκαλέσατο αὐτοὺς εἰς τὸν ὁλοσχερῆ κίνδυνον.
それゆえ、長い間、どちらの側も大軍を率いて川を渡る勇気はなかった。 しかしついに、予期せぬある出来事が彼らを全面的な戦闘へと駆り立てることになった。
τῶν γὰρ Λιβύων κατατρεχόντων τὴν πολεμίαν Ἀγαθοκλῆς παρωξύνθη τὸ παραπλήσιον ποιῆσαι.
リビア人たちが敵の領地を荒らし回っていたため、アガトクレスも同様のことを行うよう促されたのである。
ἀγόντων δὲ λείαν τῶν Ἑλλήνων καί τινα τῶν ἀπὸ τῆς παρεμβολῆς ὑποζυγίων ἀπαγαγόντων ἐπεξῆλθον ἐκ τοῦ Καρχηδονίων χάρακος οἱ τούτους διώξοντες.
ギリシア人たちが略奪品を奪い、敵の陣営から何頭かの役獣を連れ去ろうとした時、カルタゴ人の陣営から、彼らを追撃しようとする者たちが打って出てきた。
§19.108.4ὁ δʼ Ἀγαθοκλῆς προϊδόμενος τὸ μέλλον ἔσεσθαι παρὰ τὸν ποταμὸν ἔθηκεν ἐνέδραν ἀνδρῶν ἐπιλέκτων ταῖς ἀρεταῖς.
アガトクレスは、これから起こる事態を予測し、川のそばに勇猛な精鋭兵による伏兵を配置した。
οὗτοι δέ, τῶν Καρχηδονίων τοὺς τὴν λείαν ἄγοντας ἐπιδιωκόντων καὶ διαβάντων τὸν ποταμόν, ἐξανέστησαν ἐκ τῆς ἐνέδρας ἄφνω καὶ προσπεσόντες ἀτάκτοις ῥᾳδίως ἐτρέψαντο.
彼らは、カルタゴ人たちが略奪品を運ぶ者たちを追撃して川を渡った時に、伏兵の場所から不意に現れ、隊列の乱れた敵に襲いかかって容易に敗走させた。
§19.108.5φονευομένων δὲ τῶν βαρβάρων καὶ πρὸς τὴν ἰδίαν παρεμβολὴν φευγόντων Ἀγαθοκλῆς, νομίσας ἥκειν τὸν καιρὸν τοῦ διαγωνίσασθαι, πᾶσαν ἤγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν.
異民族たちが討たれ、自分たちの陣営へと敗走する中、アガトクレスは雌雄を決する好機が来たと判断し、全軍を率いて敵の陣営へと進撃した。
προσπεσὼν δʼ αὐτοῖς ἀπροσδοκήτως καὶ ταχὺ μέρος τῆς τάφρου χώσας ἀνέσπασε τὸν χάρακα καὶ βιαζόμενος εἰς τὴν παρεμβολὴν παρεισέπεσεν.
彼は不意に敵に襲いかかり、素早く堀の一部を埋め、柵を引き抜くと、力ずくで陣営の内部へと突入した。
§19.108.6οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καταπεπληγμένοι καὶ πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν, ὡς ἔτυχε τοῖς πολεμίοις ἀπήντων καὶ ἠγωνίζοντο.
カルタゴ人たちは予期せぬ事態に驚愕し、陣形を整える時間的猶予もなかったため、遭遇したなりの状態で敵に立ち向かって戦った。
περὶ δὲ τὴν τάφρον ἀμφοτέρων ἐρρωμένως κινδυνευόντων ταχὺ πᾶς ὁ πλησίον τόπος νεκρῶν κατεστρώθη·
堀の周囲で双方が猛烈に戦い、すぐに周囲の一帯は死体で覆い尽くされた。
οἵ τε γὰρ τῶν Καρχηδονίων ἐπιφανέστατοι τὴν παρεμβολὴν ὁρῶντες ἁλισκομένην ἐβοήθουν, οἵ τε περὶ τὸν Ἀγαθοκλέα τῷ προτερήματι τεθαρρηκότες καὶ νομίζοντες ἑνὶ κινδύνῳ καταλύσειν πάντα τὸν πόλεμον ἐνέκειντο τοῖς βαρβάροις.
カルタゴの最も高名な者たちが、陣営が攻略されつつあるのを見て救援に駆けつけた一方で、アガトクレスの側の者たちは先制の成功によって勢いづき、この一戦で戦争を完全に終わらせることができると考えて、異民族たちを激しく攻め立てたからである。

語釈・文法注

  1. §19.108.1ὑποκαιομένου τοῦ κατασκευάσματος — 属格絶対。名詞 κατασκευάσματος(建造物、装置。ここでは青銅の牡牛を指す)に現在分詞中受動相 ὑποκαιομένου(下で火を焚かれる)が伴い、行為に伴う付随的状況を表している。
  2. §19.108.1προσηγορεῦσθαι — 間接話法の対格不定詞。前句の λέγεται(〜と言われている)に支配されており、対格 τὸν τόπον Ἔκνομον(エクノモスという場所)を主語とする対格不定詞構文(accusativus cum infinitivo)を形成している。
  3. §19.108.2οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα — 非人称形容詞の属格絶対。οὐκ ὄντος φανεροῦ(明らかでない中で)が非人称的に機能し、間接疑問節 παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα(どちらの側にその災厄が起きるか)がその実質的な主語となっている。
  4. §19.108.6πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν — 名詞 ἀναστροφή は通常「向きを変えること、引き返すこと」を指すが、ここでは軍事的な文脈において「身動きする余地、時間的猶予」を表す。πρὸς ἔκταξιν(整列、戦闘配置のために)と結びついて、「陣形を整えるための時間的・空間的余裕を得ることができず」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.108.1-19.108.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.108.1-19.108.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。