§18.67.1βιαζομένου δὲ τοῦ Φωκίωνος καὶ πρὸς περίστασιν ἀπεγνωσμένην ὑπὲρ τοῦ ζῆν ἀγωνιζομένου οἱ μὲν πλησίον ὄντες ἤκουον τῶν τῆς ὑποθέσεως δικαίων, οἱ δὲ μακρότερον διεστηκότες διὰ τὸ μέγεθος τῆς κραυγῆς τῶν θορυβούντων ἤκουον μὲν οὐδέν, αὐτὴν δὲ μόνην ἐθεώρουν τὴν τοῦ σώματος κίνησιν, γινομένην ἐναγώνιον καὶ ποικίλην διὰ τὸ μέγεθος τοῦ κινδύνου.
しかし、フォキオンが発言を強行し、絶望的な状況にあって命をかけて戦っていると、近くにいた者たちはこの件の正当な弁明を聞き取ったが、より遠くに離れていた者たちは騒ぎ立てる者たちの叫び声の大きさのために何も聞こえず、ただ体全体の動きだけを見ていた。 それは、危険の大きさのために、もがき苦しむ、様々に変化するものであった。
§18.67.2τέλος δὲ ἀπογνοὺς τὴν σωτηρίαν ὁ Φωκίων ἀνεβόησε, δεόμενος αὐτοῦ μὲν καταψηφίσασθαι τὸν θάνατον, τῶν δʼ ἄλλων φείδεσθαι.
ついにフォキオンは救かることをあきらめ、自分には死刑を宣告し、他の者たちは容赦するようにと懇願して大声で叫んだ。
ἀμεταθέτου δὲ· τῆς τοῦ πλήθους ὁρμῆς καὶ βίας οὔσης παρεπορεύοντό τινες τῶν φίλων συνηγορήσοντες τῷ Φωκίωνι, ὧν τὰς μὲν ἀρχὰς τῶν λόγων ἤκουον, ὁπότε δὲ προβαίνοντες φανεροὶ καθίσταντο τὴν ἀπολογίαν διεξιόντες, ἐξεβάλλοντο τοῖς θορύβοις καὶ ταῖς ἐναντιουμέναις κραυγαῖς.
民衆の衝動と暴力は変更不可能であったが、友人たちの幾人かがフォキオンを弁護するために進み出て、彼らの言葉の始めのうちは人々は聞き取ったが、彼らが前に進み出て明白な態度で弁護を述べ始めると、騒ぎと敵対的な叫び声によって退けられた。
§18.67.3τὸ δʼ ἔσχατον πανδήμῳ φωνῇ καταχειροτονηθέντες εἰς τὸ δεσμωτήριον ἤγοντο τὴν ἐπὶ θανάτῳ.
そして最後には、満場一致の挙手によって死刑の宣告を受け、死刑を執行されるための牢獄へと連行された。
συνηκολούθουν δὲ αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν, ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων·
彼らには多くの優れた人々が同行し、その災難の大きさに対して嘆き悲しみ、同情していた。
§18.67.4τὸ γὰρ πρωτεύοντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχάνειν πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης.
なぜなら、名声と高貴な生まれにおいて傑出し、生涯において多くの人道的な善行を行ってきた人々が、弁論の機会も公正な裁判も得られないということは、多くの人々を深い省察と恐怖へと導いたからである。 運命は不安定で、すべての人に共通なものであるから。
§18.67.5πολλοὶ δὲ καὶ τῶν δημοτικῶν καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν ἐλοιδόρουν τε ἀνηλεῶς καὶ πικρῶς ὠνείδιζον αὐτῷ τὰς συμφοράς·
また、民衆派や彼に対して敵意を抱いていた多くの人々も、容赦なく彼を罵り、その不運を辛辣に嘲笑した。
τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος, ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὀργαῖς ἀποθηριοῦται πρὸς τοὺς μισουμένους.
というのも、幸運なときには沈黙していた憎悪が、状況の変化によって不運なときに爆発すると、その怒りは憎まれる者に対して獰猛な野生と化すからである。
§18.67.6διὰ δὲ τῆς τοῦ κωνείου πόσεως κατὰ τὸ πάτριον ἔθος τὸν βίον καταλύσαντες ἐρρίφησαν ἄταφοι πάντες ἐκ τῶν τῆς Ἀττικῆς ὅρων.
そして、祖先の慣習に従ってドクニンジンを飲むことによって生涯を終え、全員が葬られることなくアッティカの国境外へと投げ捨てられた。
ὁ μὲν οὖν Φωκίων καὶ οἱ μετʼ αὐτοῦ διαβληθέντες τοιαύτην ἔσχον τὴν τοῦ βίου καταστροφήν.
こうして、フォキオンと彼とともに告発された者たちは、そのような生涯の終焉を迎えた。