§18.49.1οὐ μὴν ὁ Κάσανδρός γε τῇ τάξει συνευδοκήθη, δεινὸν ἡγούμενος εἰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ὁ μὴ προσήκων κατὰ γένος διαδέξεται καὶ ταῦθʼ υἱοῦ γʼ ὄντος τοῦ δυναμένου πραγμάτων ἡγεῖσθαι καὶ δεδωκότος ἤδη πεῖραν ἱκανὴν ἀρετῆς τε καὶ ἀνδρείας.
しかし、カッサンドロスはこの配置に決して納得していなかった。 血統的に何の関係もない者が父親の支配権を継承すること、しかも国政を率いる能力があり、すでに徳と勇気の十分な証明を示した息子が自分自身であるにもかかわらず、そのようなことが行われるのを恐るべきことと考えたからである。
§18.49.2τὸ μὲν οὖν πρῶτον εἰς ἀγρὸν βαδίσας μετὰ τῶν φίλων τούτοις διελέγετο πολλὴν ἔχων εὐκαιρίαν καὶ σχολὴν περὶ τῆς τῶν ὅλων ἡγεμονίας·
そこでまず、彼は友人たちを伴って地方へと赴き、そこで十分な機会と暇を得て、全体の支配権について彼らと語り合った。
ἕκαστον δʼ αὐτῶν ἐκλαμβάνων κατʼ ἰδίαν προετρέπετο συγκατασκευάζειν αὐτῷ τὴν δυναστείαν καὶ μεγάλαις ἐπαγγελίαις πείσας ἑτοίμους ἐποιήσατο πρὸς τὴν κοινοπραγίαν.
そして彼らを一人ずつ個別に呼び出しては、自分とともに権力を確立するよう促し、大きな約束によって説得して、共同の行動をとる用意を整えさせた。
§18.49.3ἐξαπέστειλε δὲ καὶ πρὸς Πτολεμαῖον λάθρᾳ πρεσβευτάς, τήν τε φιλίαν ἀνανεούμενος καὶ παρακαλῶν συμμαχεῖν αὐτῷ καὶ ναυτικὴν δύναμιν πέμψαι τὴν ταχίστην ἐκ τῆς Φοινίκης ἐπὶ τὸν Ἑλλήσποντον.
さらに彼は、プトレマイオスのもとにも秘密裏に使節を派遣し、友好関係を更新するとともに、同盟を組むこと、およびフェニキアからヘレスポントスへ速やかに海軍を派遣することを求めた。
ὁμοίως δὲ καὶ πρὸς τοὺς ἄλλους ἡγεμόνας καὶ πόλεις ἐξέπεμψε τοὺς προτρεψομένους ἑαυτῷ συμμαχεῖν.
同様に、彼は他の諸将や諸都市にも、自分と同盟を結ぶよう促すための使節を送り出した。
αὐτὸς δὲ κυνηγίαν ἐπὶ πολλὰς ἡμέρας συστησάμενος ἀνύποπτον ἑαυτὸν ἐποίει τῆς ἀποστάσεως.
自身は何日もの間狩猟を組織することで、反乱を企てているのではないかと疑われないようにした。
§18.49.4Πολυπέρχων δὲ παραλαβὼν τὴν τῶν βασιλέων ἐπιμέλειαν καὶ συνεδρεύσας μετὰ τῶν φίλων Ὀλυμπιάδα μὲν σὺν τῇ τῶν συνέδρων γνώμῃ μετεπέμπετο, παρακαλῶν τὴν ἐπιμέλειαν τοῦ Ἀλεξάνδρου υἱοῦ παιδὸς ὄντος παραλαβεῖν καὶ διατρίβειν ἐν Μακεδονίᾳ τὴν βασιλικὴν ἔχουσαν προστασίαν·
一方、ポリュペルコンは王たちの後見を引き受けると、評議員たちと合議の上、彼らの同意を得てオリンピアスを召還した。 彼は彼女に対し、まだ幼いアレクサンドロスの息子の後見を引き受け、王室の威厳を保持しつつマケドニアに滞在することを求めた。
ἡ δʼ Ὀλυμπιὰς ἐν τοῖς ἐπάνω χρόνοις ἐτύγχανεν εἰς Ἤπειρον πεφευγυῖα διὰ τὴν πρὸς Ἀντίπατρον ἀλλοτριότητα.
実はオリンピアスは、それより前の時期に、アンティパトロスとの敵対関係のためにエペイロスへと逃れていたのである。
καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν ἐν τούτοις ἦν.
マケドニアの情勢はこのような状態にあった。