§18.50.1κατὰ δὲ τὴν Ἀσίαν διαβοηθείσης τῆς Ἀντιπάτρου τελευτῆς ἀρχὴ πραγμάτων καινῶν ἐγίνετο καὶ κίνησις, τῶν ἐν ἐξουσίαις ὄντων ἰδιοπραγεῖν ἐπιβαλομένων.
In Asia, when the death of Antipater was rumored abroad, a beginning of new troubles and a general movement arose, as those who were in power undertook to act for their own interests.
τούτων δὲ πρῶτος μὲν Ἀντίγονος προνενικηκὼς Εὐμενῆ περὶ Καππαδοκίαν καὶ τὰς μετʼ αὐτοῦ δυνάμεις παρειληφώς, καταπεπολεμηκὼς δʼ Ἀλκέταν καὶ Ἄτταλον περὶ τὴν Πισιδικὴν καὶ τὰς δυνάμεις τὰς μετʼ αὐτῶν ἀνειληφώς, πρὸς δὲ τούτοις ὑπʼ Ἀντιπάτρου τῆς Ἀσίας στρατηγὸς αὐτοκράτωρ ᾑρημένος, ἅμα δὲ καὶ μεγάλης δυνάμεως ἡγεμὼν ἀποδεδειγμένος πλήρης ἦν ὄγκου καὶ φρονήματος.
First among these, Antigonus, who had already defeated Eumenes in Cappadocia and taken over the forces that were with him, and had subdued Alcetas and Attalus in Pisidia and incorporated their forces, and in addition to these had been chosen by Antipater as supreme commander of Asia, and at the same time appointed leader of a large army, was full of pride and arrogance.
§18.50.2περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν ἔγνω μὴ προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε τοῖς ἐπιμεληταῖς αὐτῶν· ὑπελάμβανε γὰρ αὑτὸν κρείττω δύναμιν ἔχοντα τῶν κατὰ τὴν Ἀσίαν θησαυρῶν κύριον ἔσεσθαι, μηδενὸς ὄντος τοῦ δυναμένου πρὸς αὐτὸν ἀντιτάξασθαι.
Aiming in his hopes at the supreme hegemony of the whole, he resolved to pay no attention either to the kings or to their guardians; for he assumed that, having a superior force, he would become master of the treasures in Asia, since there was no one capable of opposing him.
§18.50.3εἶχε γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον στρατιώτας πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ τριάκοντα· χωρὶς δὲ τούτων ἑτοίμας ποιήσασθαι καὶ ἄλλας δυνάμεις ἤλπιζεν, ἂν ᾖ χρεία, δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας.
For he had at that time sixty thousand infantry, ten thousand cavalry, and thirty elephants; and besides these, he hoped to make other forces ready, if there should be need, since Asia was able to supply the pay for recruited mercenaries without fail.
§18.50.4ταῦτα δὲ διανοηθεὶς Ἱερώνυμον μὲν τὸν τὰς ἱστορίας γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦς τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότος εἰς τὸ χωρίον τὸ καλούμενον Νῶρα.
Having conceived these thoughts, he sent for Hieronymus, the author of the histories, who was a friend and fellow-citizen of Eumenes of Cardia, who had fled for refuge to the place called Nora.
τοῦτον δὲ μεγάλαις δωρεαῖς προκαλεσάμενος ἐξαπέστειλε πρεσβευτὴν πρὸς τὸν Εὐμενῆ, παρακαλῶν τῆς μὲν περὶ Καππαδοκίαν μάχης γενομένης πρὸς αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰς πολλαπλασίους ὧν πρότερον ἦν ἐσχηκὼς καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρʼ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆς ὅλης ἐπιβολῆς.
Having induced him with great gifts, he dispatched him as an envoy to Eumenes, urging him to forget the battle that had taken place against him in Cappadocia, to become his friend and ally, to receive gifts many times greater than those he had formerly possessed, along with a larger satrapy, and in general, as the foremost of his friends, to be a partner in his whole undertaking.
§18.50.5εὐθὺς δὲ καὶ τῶν φίλων συναγαγὼν συνέδριον καὶ περὶ τῆς τῶν ὅλων ἐπιβολῆς κοινωσάμενος διέγραψε τῶν ἀξιολόγων φίλων οἷς μὲν σατραπείας, οἷς δὲ στρατηγίας· πᾶσι δὲ μεγάλας ἐλπίδας ὑποθεὶς προθύμους κατεσκεύασε πρὸς τὰς ἰδίας ἐπιβολάς.
And straightway he also called a council of his friends, and having shared with them his undertaking for the whole, he assigned satrapies to some of his notable friends and military commands to others; and by offering great hopes to all, he made them eager for his own enterprises.
διενοεῖτο γὰρ ἐπελθεῖν τὴν Ἀσίαν καὶ τοὺς μὲν προϋπάρχοντας σατράπας ἐκβαλεῖν, πρὸς δὲ τῶν ἑαυτοῦ φίλων καθιστάναι τὰς ἡγεμονίας.
For he intended to march through Asia and expel the existing satraps, and to establish the governments in the hands of his own friends.