§18.49.1οὐ μὴν ὁ Κάσανδρός γε τῇ τάξει συνευδοκήθη, δεινὸν ἡγούμενος εἰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ὁ μὴ προσήκων κατὰ γένος διαδέξεται καὶ ταῦθʼ υἱοῦ γʼ ὄντος τοῦ δυναμένου πραγμάτων ἡγεῖσθαι καὶ δεδωκότος ἤδη πεῖραν ἱκανὴν ἀρετῆς τε καὶ ἀνδρείας.
然而,卡桑德对这一安排绝不满意,他认为由一个在血统上毫无关系的人继承他父亲的统治权是一件可怕的事,更何况还有一个有能力领导国政、且已经对自己的美德和勇气给出充分证明的儿子存在。
§18.49.2τὸ μὲν οὖν πρῶτον εἰς ἀγρὸν βαδίσας μετὰ τῶν φίλων τούτοις διελέγετο πολλὴν ἔχων εὐκαιρίαν καὶ σχολὴν περὶ τῆς τῶν ὅλων ἡγεμονίας· ἕκαστον δʼ αὐτῶν ἐκλαμβάνων κατʼ ἰδίαν προετρέπετο συγκατασκευάζειν αὐτῷ τὴν δυναστείαν καὶ μεγάλαις ἐπαγγελίαις πείσας ἑτοίμους ἐποιήσατο πρὸς τὴν κοινοπραγίαν.
因此,起初他与朋友们一起前往乡下,在那里有了充足的机会和闲暇,与他们商讨整体的统治权;他把他们每个人单独拉到一边,敦促他们协助他建立政权,并用丰厚的许诺说服了他们,使他们为共同行动做好准备。
§18.49.3ἐξαπέστειλε δὲ καὶ πρὸς Πτολεμαῖον λάθρᾳ πρεσβευτάς, τήν τε φιλίαν ἀνανεούμενος καὶ παρακαλῶν συμμαχεῖν αὐτῷ καὶ ναυτικὴν δύναμιν πέμψαι τὴν ταχίστην ἐκ τῆς Φοινίκης ἐπὶ τὸν Ἑλλήσποντον.
他还秘密派使者去见托勒密,重建友好关系,并请求他与之结盟,且尽快将海军从腓尼基派往赫勒斯滂。
ὁμοίως δὲ καὶ πρὸς τοὺς ἄλλους ἡγεμόνας καὶ πόλεις ἐξέπεμψε τοὺς προτρεψομένους ἑαυτῷ συμμαχεῖν.
同样,他也向其他将领和城市派出了使者,劝说他们与之结盟。
αὐτὸς δὲ κυνηγίαν ἐπὶ πολλὰς ἡμέρας συστησάμενος ἀνύποπτον ἑαυτὸν ἐποίει τῆς ἀποστάσεως.
他自己则通过组织了许多天的狩猎,使自己不致因企图叛乱而受到怀疑。
§18.49.4Πολυπέρχων δὲ παραλαβὼν τὴν τῶν βασιλέων ἐπιμέλειαν καὶ συνεδρεύσας μετὰ τῶν φίλων Ὀλυμπιάδα μὲν σὺν τῇ τῶν συνέδρων γνώμῃ μετεπέμπετο, παρακαλῶν τὴν ἐπιμέλειαν τοῦ Ἀλεξάνδρου υἱοῦ παιδὸς ὄντος παραλαβεῖν καὶ διατρίβειν ἐν Μακεδονίᾳ τὴν βασιλικὴν ἔχουσαν προστασίαν· ἡ δʼ Ὀλυμπιὰς ἐν τοῖς ἐπάνω χρόνοις ἐτύγχανεν εἰς Ἤπειρον πεφευγυῖα διὰ τὴν πρὸς Ἀντίπατρον ἀλλοτριότητα.
而波利伯孔在接管了对诸王的监护并与朋友们协商后,根据委员们的意见召回了奥林匹亚丝,请求她承担起对尚是孩童的亚历山大之子的监护,并留在马其顿,保持王室的尊严;因为奥林匹亚丝在早些时候由于与安提帕特的交恶而逃往了伊庇鲁斯。
καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν ἐν τούτοις ἦν.
马其顿的局势当时正是如此。