§18.48.1κατὰ δὲ τὴν Μακεδονίαν Ἀντιπάτρου περιπεσόντος ἀρρωστίᾳ βαρυτέρᾳ καὶ τοῦ γήρως συνεργοῦντος πρὸς τὴν ἀπόλυσιν τοῦ βίου Ἀθηναῖοι μὲν ἐξέπεμψαν πρεσβευτὴν πρὸς Ἀντίπατρον Δημάδην, δοκοῦντα καλῶς πολιτεύεσθαι τὰ πρὸς τοὺς Μακεδόνας, ἀξιοῦντες τὸν Ἀντίπατρον, καθάπερ ἦν ἐξ ἀρχῆς ὡμολογηκώς, ἐξαγαγεῖν τὴν φρουρὰν ἐκ τῆς Μουνυχίας.
マケドニアにおいては、アンティパトロスが重病に伏し、老齢もまた彼の人生の終焉に荷担するなか、アテナイ人たちはアンティパトロスのもとへ使節としてデマデスを派遣した。 彼はマケドニア人たちに対してうまく振る舞っていると見なされていたためであり、アンティパトロスが最初から合意していた通りに、ムニキアから守備隊を撤退させるよう要求するためであった。
§18.48.2ὁ δʼ Ἀντίπατρος τὸ μὲν πρῶτον εὐνοϊκῶς διέκειτο πρὸς τὸν Δημάδην, ὕστερον δὲ Περδίκκου τελευτήσαντος καί τινων ἐπιστολῶν εὑρεθεισῶν ἐν τοῖς βασιλικοῖς γράμμασιν, ἐν αἷς ἦν ὁ Δημάδης παρακαλῶν τὸν Περδίκκαν κατὰ τάχος διαβαίνειν εἰς τὴν Εὐρώπην ἐπʼ Ἀντίπατρον, ἀπηλλοτριώθη πρὸς αὐτὸν καὶ κεκρυμμένην ἐτήρει τὴν ἔχθραν.
一方、アンティパトロスは、最初こそデマデスに対して好意的な態度をとっていたが、のちにペルディッカスが死去し、王の公式文書の中から、デマデスがペルディッカスに対してアンティパトロスを叩くために大急ぎでヨーロッパに渡るよう促している数通の書簡が発見されると、彼に対して疎遠になり、秘かに敵意を抱き続けた。
§18.48.3διόπερ τοῦ Δημάδου κατὰ τὰς ὑπὸ τοῦ δήμου δεδομένας ἐντολὰς ἀπαιτοῦντος τὴν ἐπαγγελίαν καὶ παρρησιωδέστερον ἀπειλήσαντος περὶ τῆς φρουρᾶς ὁ μὲν Ἀντίπατρος οὐδεμίαν δοὺς ἀπόκρισιν παρέδωκε τοῖς ἐπὶ τὰς τιμωρίας τεταγμένοις αὐτόν τε τὸν Δημάδην καὶ τὸν υἱὸν Δημέαν συμπρεσβεύοντα τῷ πατρί.
それゆえ、デマデスが民衆から与えられた訓令に従って約束の履行を要求し、守備隊についていささか大胆に脅しをかけたとき、アンティパトロスは何の返答もせず、処刑を担当する者たちにデマデス自身と、父親とともに使節を務めていた息子のデメアスを引き渡した。
§18.48.4οὗτοι μὲν οὖν ἀπαχθέντες εἴς τι οἴκημα εὐτελὲς ἐθανατώθησαν διὰ τὰς προειρημένας αἰτίας.
こうして彼らはある粗末な建物へと連行され、前述の理由により処刑された。
ὁ δʼ Ἀντίπατρος ἐσχάτως ἤδη διακείμενος ἀπέδειξεν ἐπιμελητὴν τῶν βασιλέων Πολυπέρχοντα καὶ στρατηγὸν αὐτοκράτορα, πρεσβύτατον σχεδὸν ὄντα τῶν Ἀλεξάνδρῳ συνεστρατευμένων καὶ τιμώμενον ὑπὸ τῶν κατὰ τὴν Μακεδονίαν, τὸν δʼ υἱὸν Κάσανδρον χιλίαρχον καὶ δευτερεύοντα κατὰ τὴν ἐξουσίαν.
一方、すでに最期の時を迎えつつあったアンティパトロスは、ポリュペルコンを王たちの後見人および全権将軍に任命した。 彼はアレクサンドロスとともに従軍した者たちの中でほぼ最年長であり、マケドニアの人々から敬意を払われていた。 また、息子のカッサンドロスをキリアロコスに任命し、権力において第二の地位に据えた。
§18.48.5ἡ δὲ τοῦ χιλιάρχου τάξις καὶ προαγωγὴ τὸ μὲν πρῶτον ὑπὸ τῶν Περσικῶν βασιλέων εἰς ὄνομα καὶ δόξαν προήχθη, μετὰ δὲ ταῦτα πάλιν ὑπʼ Ἀλεξάνδρου μεγάλης ἔτυχεν ἐξουσίας καὶ τιμῆς, ὅτε καὶ τῶν ἄλλων Περσικῶν νομίμων ζηλωτὴς ἐγένετο.
このキリアロコスの地位と昇進は、最初こそペルシアの王たちによって高い名声と栄誉へと高められたが、その後、アレクサンドロスが他のペルシアの慣習を熱心に模倣した際、再び彼によって大きな権力と栄誉を与えられた。
διὸ καὶ Ἀντίπατρος κατὰ τὴν αὐτὴν ἀγωγὴν τὸν υἱὸν Κάσανδρον ὄντα νέον ἀπέδειξε χιλίαρχον.
それゆえアンティパトロスもまた、同じ方針に従い、まだ若かった息子のカッサンドロスをキリアロコスに任命したのである。