§18.46.1Ἀλκέτας μετὰ τὸν Περδίκκου θάνατον οὐκ ἔχων συμμάχους κατὰ τὴν Ἀσίαν ἔκρινε τοὺς Πισίδας εὐεργετεῖν, νομίζων ἕξειν συμμάχους πολεμικοὺς ἄνδρας καὶ χώραν ἔχοντας δυσέμβολον καὶ μεστὴν ὀχυρῶν φρουρίων.
アルケタスはペルディッカスの死後、アジアに同盟者を持たなかったため、ピシディア人たちに恩恵を施すことを決意した。 彼らが勇猛な戦士であり、かつ侵入困難で堅固な要塞に満ちた土地を領有しているため、心強い同盟者になるだろうと考えたからである。
§18.46.2διόπερ ἐν ταῖς στρατείαις παρὰ πάντας τοὺς συμμάχους ἐτίμα περιττότερον τούτους καὶ τὰς μὲν ἐκ τῆς πολεμίας ὠφελείας ἐμέριζεν αὐτοῖς, διδοὺς τῶν λαφύρων τὰ ἡμίση, κατὰ δὲ τὰς ὁμιλίας λόγοις φιλανθρώποις χρώμενος καὶ κατὰ τὰ σύνδειπνα καθʼ ἡμέραν τοὺς ἀξιολογωτάτους ἐν μέρει παραλαμβάνων ἐπὶ τὰς ἑστιάσεις, ἔτι δὲ τιμῶν πολλοὺς δωρεαῖς ἀξιολόγοις ἰδίους ταῖς εὐνοίαις κατεσκεύασεν.
それゆえ、彼は遠征において、他のすべての同盟者たちよりも彼らをとりわけ重んじ、敵地から得た収益を彼らに分配して、戦利品の半分を与えた。 また、日常の交際においては親切な言葉を用い、毎日の食事会では最も有力な者たちを順に宴席に招き、さらに多くの者を素晴らしい贈り物で厚遇することによって、彼らの好意を獲得し、自らの忠実な味方とした。
§18.46.3διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο.
それゆえ、この時もアルケタスが彼らに望みを託していたのに対し、彼らはその期待を裏切らなかった。
τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας.
アンティゴノスが全軍を率いてテルメッソスの近くに陣を敷き、アルケタスの身柄を要求し、さらに長老たちが引き渡しを勧告したとき、若者たちは団結して親たちに対立し、アルケタスの救済のためならいかなる恐ろしい苦難をも耐え抜くことを決議したのである。
§18.46.4οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ διʼ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον·
長老たちは、最初は、たった一人のマケドニア人のために祖国が武力で征服されるのを見過ごすべきではないと若者たちを説得しようとした。
ἐπεὶ δʼ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ἢ ζῶντα παραδώσειν ἢ τετελευτηκότα.
しかし、彼らの決意が揺るぎないものであることを見て取ると、密かに共謀し、夜間にアンティゴノスのもとへ使節を派遣して、アルケタスを生きたままか、あるいは死んだ状態で引き渡すことを約束した。
§18.46.5ἠξίουν δʼ αὐτὸν ἐφʼ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ διʼ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα·
また彼らは、アンティゴノスに対して、数日の間都市を攻撃し、軽い小競り合いによって市内から出てきた者たちをおびき寄せては、逃走するかのように退却することを要求した。
τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
これが行われれば、若者たちが市外での戦闘に忙殺されている間に、自分たちの計画を実行するのに都合の良い機会が得られるからである。
§18.46.6ὁ δʼ Ἀντίγονος πεισθεὶς ὑπʼ αὐτῶν καὶ μακρὰν τῆς πόλεως μεταστρατοπεδεύσας διὰ τῶν ἀκροβολισμῶν προεσπᾶτο τοὺς νέους εἰς τὸν ἐκτὸς τῆς πόλεως ἀγῶνα.
アンティゴノスは彼らの提案を受け入れ、都市から遠く離れた場所に陣を移し、小競り合いを繰り返すことで若者たちを市外の戦闘へとおびき出した。
§18.46.7οἱ δὲ πρεσβύτεροι μεμονωμένον ὁρῶντες τὸν Ἀλκέταν καὶ τῶν τε δούλων τοὺς πιστοτάτους καὶ τῶν ἀκμαζόντων πολιτῶν ἐπιλέξαντες τοὺς μὴ συστρατευομένους τῷ Ἀλκέτᾳ τὴν ἐπίθεσιν ἐποιήσαντο κατὰ τὴν ἀπουσίαν τῶν νέων.
一方、長老たちは、アルケタスが孤立しているのを見て、奴隷の中から最も信頼できる者たちと、壮年の市民のうちアルケタスとともに戦いに出ていなかった者たちを選び出し、若者たちの不在の間に襲撃を仕掛けた。
ζωγρῆσαι μὲν οὖν αὐτὸν οὐ κατίσχυσαν ʽἔφθασε γὰρ αὑτὸν διαχειρισάμενος, ὅπως μὴ ζῶν ὑποχείριος γένηται τοῖς πολεμίοισʼ, τὸ δὲ σῶμα αὐτοῦ θέντες ἐπὶ κλινίδιον καὶ συγκατακαλύψαντες εὐτελεῖ τρίβωνι κατὰ τὰς πύλας ἐξήνεγκαν καὶ λαθόντες τοὺς ἀκροβολιζομένους παρέδωκαν Ἀντιγόνῳ.
しかし、彼を生け捕りにすることはできなかった。 敵の手に生きたまま落ちないよう、彼はそれより先に自ら命を絶ってしまったからである。 そこで長老たちは、彼の遺体を粗末な寝台に載せ、安物のマントで覆うと、門を通って外へ運び出し、戦闘に没頭している若者たちに気づかれないようにして、アンティゴノスに引き渡した。