§18.4.1κρατερὸς δὲ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὑπάρχων ἔτυχε προαπεσταλμένος εἰς Κιλικίαν ὑπʼ Ἀλεξάνδρου μετὰ τῶν ἀπολυθέντων τῆς στρατείας, ὄντων μυρίων.
一方、クラテロスは最も著名な将軍の一人であったが、アレクサンドロスによって、退役を許された一万人の兵士たちとともにキリキアへあらかじめ派遣されていた。
ἅμα δʼ εἰληφὼς ἐντολὰς ἦν ἐγγράπτους, ἃς ἔδωκε μὲν ὁ βασιλεὺς αὐτῷ συντελέσαι, μεταλλάξαντος δʼ Ἀλεξάνδρου τοῖς διαδόχοις ἔδοξε μὴ συντελεῖν τὰ βεβουλευμένα.
同時に彼は、王が彼に実行するよう与えた書面による命令を受け取っていたが、アレクサンドロスが世を去ったため、後継者たちはその計画された事柄を実行しないことを決定した。
§18.4.2ὁ γὰρ Περδίκκας παραλαβὼν ἐν τοῖς ὑπομνήμασι τοῦ βασιλέως τήν τε συντέλειαν τῆς Ἡφαιστίωνος πυρᾶς, πολλῶν δεομένην χρημάτων, τάς τε λοιπὰς αὐτοῦ ἐπιβολὰς πολλὰς καὶ μεγάλας οὔσας καὶ δαπάνας ἀνυπερβλήτους ἐχούσας ἔκρινε συμφέρειν ἀκύρους ποιῆσαι.
というのも、ペルディッカスは王の覚書の中に、多額の費用を要するヘファイスティオンの火葬壇の完成や、莫大な費用を伴うその他多くの壮大な計画を見いだし、これらを無効にすることが有益であると判断したからである。
§18.4.3ἵνα δὲ μὴ δόξῃ διὰ τῆς ἰδίας γνώμης καθαιρεῖν τι τῆς Ἀλεξάνδρου δόξης ἐπὶ τὸ κοινὸν τῶν Μακεδόνων πλῆθος ἀνήνεγκε τὴν περὶ τούτων βουλήν.
しかし、彼自身の判断によってアレクサンドロスの栄光をいささかも損なうように思われないために、彼はこれらに関する決定をマケドニア人の民会に委ねた。
ἦν δὲ τῶν ὑπομνημάτων τὰ μέγιστα καὶ μνήμης ἄξια τάδε,
その覚書のうち最大で記憶に値するものは、以下の通りであった。
§18.4.4χιλίας μὲν ναῦς μακρὰς μείζους τριήρων ναυπηγήσασθαι κατὰ τὴν Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν καὶ Κύπρον πρὸς τὴν στρατείαν τὴν ἐπὶ Καρχηδονίους καὶ τοὺς ἄλλους τοὺς παρὰ θάλατταν κατοικοῦντας τῆς τε Λιβύης καὶ Ἰβηρίας καὶ τῆς ὁμόρου χώρας παραθαλαττίου μέχρι Σικελίας, ὁδοποιῆσαι δὲ τὴν παραθαλάττιον τῆς Λιβύης μέχρι στηλῶν Ἡρακλείων, ἀκολούθως δὲ τῷ τηλικούτῳ στόλῳ λιμένας καὶ νεώρια κατασκευάσαι κατὰ τοὺς ἐπικαίρους τῶν τόπων, ναούς τε κατασκευάσαι πολυτελεῖς ἕξ, ἀπὸ ταλάντων χιλίων καὶ πεντακοσίων ἕκαστον, πρὸς δὲ τούτοις πόλεων συνοικισμοὺς καὶ σωμάτων μεταγωγὰς ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην καὶ κατὰ τοὐναντίον ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, ὅπως τὰς μεγίστας ἠπείρους ταῖς ἐπιγαμίαις καὶ ταῖς οἰκειώσεσιν εἰς κοινὴν ὁμόνοιαν καὶ συγγενικὴν φιλίαν καταστήσῃ.
第一に、カルタゴ人、およびリビアやイベリアの沿岸、ならびにシチリアに至る隣接する沿岸地方に居住する他の人々に対する遠征のために、フェニキア、シリア、キリキア、およびキプロスにおいて、三段櫂船より大きい軍船一千隻を建造すること。 また、リビアの沿岸地方にヘラクレスの柱に至る道路を建設すること。 これほど大規模な艦隊に対応して、要所に港と造船所を建設すること。 さらに、それぞれ一千五百タラントンの費用で六つの豪華な神殿を建設すること。 これらに加えて、婚姻関係や親密な絆によって最大の諸大陸を共通の調和と親族のような友好関係へと導くために、都市の合併およびアジアからヨーロッパへ、逆にヨーロッパからアジアへの人口の移住を行うこと。
§18.4.5τοὺς δὲ προειρημένους ναοὺς ἔδει κατασκευασθῆναι ἐν Δήλῳ καὶ Δελφοῖς καὶ Δωδώνῃ, κατὰ δὲ τὴν Μακεδονίαν ἐν Δίῳ μὲν τοῦ Διός, ἐν Ἀμφιπόλει δὲ τῆς Ταυροπόλου, ἐν Κύρνῳ δὲ τῆς Ἀθηνᾶς·
前述の神殿は、デロス、デルフォイ、ドドナに、またマケドニアにおいては、ディオンにゼウスの、アムフィポリスにタウロポロスの、キュルノスにアテナの神殿を建設することになっていた。
ὁμοίως δὲ καὶ ἐν Ἰλίῳ ταύτης τῆς θεᾶς κατασκευασθῆναι ναὸν ὑπερβολὴν ἑτέρῳ μὴ καταλείποντα.
同様にイリオンにも、この女神の神殿で、他のいかなる神殿にも凌駕されないものを建設すること。
τοῦ δὲ πατρὸς Φιλίππου τάφον πυραμίδι παραπλήσιον μιᾷ τῇ μεγίστῃ κατὰ τὴν Αἴγυπτον, ἃς ἐν τοῖς ἑπτά τινες μεγίστοις ἔργοις καταριθμοῦσιν.
また、父フィリッポスの墓を、エジプトにある最大の一つのピラミッド(人々が世界の七つの偉大な驚異の中に数え上げるもの)に匹敵するようなものとして建設すること。
§18.4.6ἀναγνωσθέντων δὲ τῶν ὑπομνημάτων οἱ Μακεδόνες, καίπερ ἀποδεδεγμένοι καλῶς τὸν Ἀλέξανδρον, ὅμως ὑπερόγκους καὶ δυσεφίκτους τὰς ἐπιβολὰς ὁρῶντες ἔκριναν μηδὲν τῶν εἰρημένων συντελεῖν.
これらの覚書が読み上げられると、マケドニア人たちは、アレクサンドロスを大いに敬愛していたものの、やはりその計画が過大で実行困難であると見て、述べられた事柄のいずれも実行しないことを決定した。
§18.4.7Περδίκκας δὲ τὸ μὲν πρῶτον τοὺς ταραχώδεις τῶν στρατιωτῶν καὶ μάλιστα ἀλλοτρίως ἔχοντας τὰ πρὸς αὐτὸν ἀπέκτεινεν, ὄντας τριάκοντα.
ペルディッカスは、まず兵士たちのうち反乱を企て、特に自分に対して敵意を抱いていた者たち三十名を殺害した。
μετὰ δὲ ταῦτα καὶ Μελέαγρον ἐν τῇ στάσει καὶ πρεσβείᾳ προδότην γεγενημένον, ἐπιβαλόμενος οἰκείας διαβολὰς καὶ κατηγορίας, ὡς ἐπιβουλὴν κατʼ αὐτοῦ πεποιημένον ἐκόλασε.
その後、反乱と使節派遣において裏切り者となっていたメレアグロスをも、彼が自分に対する陰謀を企てたという告発と彼自身による中傷を仕掛けたうえで、処刑した。
§18.4.8μετὰ δὲ ταῦτα ἐν ταῖς ἄνω σατραπείαις τῶν κατοικισθέντων Ἑλλήνων ἀποστάντων καὶ δύναμιν ἀξιόλογον συστησαμένων ἕνα τῶν ἐπιφανῶν ἀνδρῶν ἐξέπεμψε Πίθωνα, διαπολεμήσοντα πρὸς αὐτούς.
この後、上方のサトラペイアに植民していたギリシア人たちが反乱を起こし、かなりの規模の軍勢を組織したため、彼は著名な将軍の一人であるペイトンを、彼らと戦わせるために派遣した。