Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.38.1-18.38.6

アイトリア人のテッサリア侵攻とポリュペルコンの反撃

39 / 301 箇所 · ギリシア語

要旨

アンティパトロスのアジア遠征に乗じたアイトリア人がテッサリアに侵攻して同盟を拡大するが、本国がアカルナニア人に襲撃されたため帰還を余儀なくされ、その隙にポリュペルコンがテッサリアを奪還する。

§18.38.1Ἀντιπάτρου δʼ εἰς τὴν Ἀσίαν διαβεβηκότος Αἰτωλοὶ κατὰ τὰς πρὸς Περδίκκαν συνθήκας ἐστράτευσαν εἰς τὴν Θετταλίαν, ἀντιπερισπάσαι βουλόμενοι τὸν Ἀντίπατρον.
アンティパトロスがアジアへ渡ると、アイトリア人たちはペルディッカスとの協定に従って、アンティパトロスの気をそらそうと望み、テッサリアへ出兵した。
εἶχον δὲ στρατιώτας πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ἀλέξανδρος Αἰτωλός.
彼らは歩兵一万二千、騎兵四百を擁しており、その将軍はアイトリア人のアレクサンドロスであった。
§18.38.2ἐν παρόδῳ δὲ τοὺς Ἀμφισσεῖς Λοκροὺς πολιορκήσαντες τήν τε χώραν αὐτῶν κατέδραμον καί τινα τῶν πλησίον πολισμάτων εἷλον.
彼らは途中でアンフィサのロクリス人を包囲し、その土地を荒らし、近隣の町をいくつか占領した。
ἐνίκησαν δὲ μάχῃ τὸν Ἀντιπάτρου στρατηγὸν Πολυκλῆν καὶ τοῦτόν τε καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἀνεῖλον·
また、アンティパトロスの将軍ポリュクレスに戦闘で勝利し、彼と少なからぬ兵士たちを殺害した。
τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν.
生け捕りにした者たちのうち、ある者は売り払い、ある者は身代金と引き換えに解放した。
§18.38.3μετὰ δὲ ταῦτα εἰς Θετταλίαν ἐμβαλόντες τοὺς πλείστους τῶν Θετταλῶν ἔπεισαν κοινωνεῖν τοῦ πρὸς Ἀντίπατρον πολέμου·
その後、テッサリアに侵入し、テッサリア人の大部分を説得してアンティパトロスに対する戦争に加わらせた。
καὶ ταχέως ἠθροίσθησαν οἱ πάντες πεζοὶ μὲν δισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ χίλιοι πεντακόσιοι.
そして速やかに、全員で歩兵二万五千、騎兵千五百が集まった。
§18.38.4τούτων δὲ προσαγομένων τὰς πόλεις Ἀκαρνᾶνες ἀλλοτρίως ἔχοντες πρὸς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Αἰτωλίαν καὶ τήν τε χώραν ἐδῄουν καὶ τὰς πόλεις ἐπολιόρκουν.
彼らが諸都市を味方に引き入れている間に、アイトリア人に対して敵対関係にあったアカルナニア人たちがアイトリアに侵入し、その土地を荒らし、諸都市を包囲した。
§18.38.5οἱ δὲ Αἰτωλοὶ πυθόμενοι τὰς ἰδίας πατρίδας κινδυνεύειν τοὺς μὲν ἄλλους στρατιώτας ἀπέλιπον ἐν Θετταλίᾳ, Μένωνα τὸν Φαρσάλιον ἐπιστήσαντες στρατηγόν, αὐτοὶ δὲ τοὺς πολιτικοὺς ἀναλαβόντες ἧκον συντόμως εἰς τὴν Αἰτωλίαν καὶ τοὺς Ἀκαρνᾶνας καταπληξάμενοι τὰς πατρίδας ἠλευθέρωσαν τῶν κινδύνων.
アイトリア人たちは自国が危険に瀕していることを知ると、ファルサロスのメノンを将軍に据えて、他の兵士たちをテッサリアに残し、自らは市民兵を率いて急ぎアイトリアへ戻り、アカルナニア人たちを圧倒して祖国を危機から解放した。
§18.38.6τούτων δὲ περὶ ταῦτα ἀσχολουμένων Πολυπέρχων ὁ καταλελειμμένος ἐν Μακεδονίᾳ στρατηγὸς ἧκεν εἰς τὴν Θετταλίαν μετὰ δυνάμεως ἀξιολόγου, νικήσας δὲ παρατάξει τοὺς πολεμίους τόν τε στρατηγὸν Μένωνα ἀνεῖλε καὶ τῶν ἄλλων κατέκοψε τοὺς πλείστους καὶ τὴν Θετταλίαν ἀνεκτήσατο.
彼らがこれらのことに没頭している間に、マケドニアに残されていた将軍ポリュペルコンが、相当な軍勢を率いてテッサリアにやって来た。 そして会戦で敵を破り、将軍メノンを殺害し、残りの者の大部分を斬り倒してテッサリアを奪還した。

語釈・文法注

  1. §18.38.2τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν — 全体の属格(部分属格)である `τῶν δὲ ζωγρηθέντων` に対して、相関的な対比を示す `οὓς μὲν... οὓς δὲ...` (ある者は…、他の者は…)の構文が用いられ、捕虜たちの異なる処遇を説明している。中動態アオリストの `ἀπέδοντο` は「(自己の利益のために)売り払う」の意で、奴隷売却を指す。
  2. §18.38.4τούτων δὲ προσαγομένων τὰς πόλεις — 属格独立格における指示代名詞 `τούτων` は、直前の§18.38.3で言及されたアイトリア人とテッサリア人の連合軍を指す。中動態分詞 `προσαγομένων` は「(諸都市を)自陣営に引き入れる、服従させる」という目的語(`τὰς πόλεις`)を伴う能動的・中動的意味を表している。
  3. §18.38.5τοὺς πολιτικούς — 「市民の、国家の」を意味する形容詞 `πολιτικός` の名詞化で、ここでは文脈上、同盟軍や傭兵に対する「市民兵(アイトリア自国の兵士)」を指す。直前の `τοὺς μὲν ἄλλους στρατιώτας`(他国の同盟兵たち)との明確な対比関係にある。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.38.1-18.38.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.38.1-18.38.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。