Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.22.1-18.22.8

ペルディッカスのピシディア遠征とイサウリアの滅亡

23 / 301 箇所 · ギリシア語

要旨

ペルディッカスとフィリッポス王はピシディアに侵攻し、ラランダを破壊した。頑強に抵抗するイサウリアの包囲戦においては、住民たちが降伏を拒んで街に火を放ち自決したため、ペルディッカスは残された金銀の略奪を兵士に許した。

§18.22.1Περδίκκας δὲ καὶ ὁ βασιλεὺς Φίλιππος καταπεπολεμηκότες Ἀριαράθην καὶ τὴν σατραπείαν αὐτοῦ Εὐμενεῖ παραδόντες ἐχωρίσθησαν ἐκ τῆς Καππαδοκίας.
ペルディッカスとフィリッポス王は、アリアラテスを打ち破り、その総督領をエウメネスに引き渡したのち、カッパドキアから出発した。
καταντήσαντες δὲ εἰς τὴν Πισιδικὴν ἔκριναν ἀναστάτους ποιῆσαι δύο πόλεις, τήν τε τῶν Λαρανδέων καὶ τὴν τῶν Ἰσαυρέων·
そしてピシディア地方に到着すると、二つの都市、すなわちラランダ人の都市とイサウリア人の都市を根絶やしにすることを決定した。
αὗται γὰρ ἔτι ζῶντος Ἀλεξάνδρου Βάλακρον τὸν Νικάνορος ἀπέκτειναν, ἀποδεδειγμένον στρατηγὸν ἅμα καὶ σατράπην.
なぜなら、これらの都市は、アレクサンドロスがまだ生存していた時に、将軍にして総督に任命されていたニカノルの子バラクロスを殺害したからである。
§18.22.2τὴν μὲν οὖν τῶν Λαρανδέων πόλιν ἐξ ἐφόδου χειρωσάμενοι καὶ τοὺς ἡβῶντας κατασφάξαντες, τοὺς δʼ ἄλλους ἐξανδραποδισάμενοι κατέσκαψαν·
そこで、ラランダ人の都市に対しては急襲によってこれを制圧し、若者たちを虐殺し、他の者たちを奴隷に売って町を破壊した。
τὴν δὲ τῶν Ἰσαυρέων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἔτι δὲ πλήθουσαν ἀλκίμων ἀνδρῶν, ἐπὶ μὲν ἡμέραις δύο πολιορκήσαντες ἐνεργῶς καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλόντες ἀνεχώρησαν·
一方、頑強で大きく、さらに勇敢な男たちに満ちていたイサウリア人の都市に対しては、二日間にわたり精力的に包囲攻撃を加え、味方を多く失ったのちに撤退した。
§18.22.3οἱ γὰρ ἐγχώριοι βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς πολιορκίαν ἀνηκόντων εὐποροῦντες, ἔτι δὲ ταῖς ψυχαῖς ὑπομένοντες τὸ δεινὸν παραστατικῶς ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀπέθνησκον.
なぜなら、現地の人々は、矢やその他の包囲戦に必要な物資を豊富に持っており、さらに精神において果敢に危機に耐え忍び、自由のために喜んで死んでいったからである。
§18.22.4τῇ δὲ τρίτῃ πολλῶν μὲν ἀνῃρημένων, τῶν δὲ τειχῶν ἐλλειπεῖς ἐχόντων τὰς φυλακὰς διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἐπετελέσαντο πρᾶξιν οἱ κατὰ τὴν πόλιν ἡρωικὴν καὶ μνήμης ἀξίαν.
三日目、多くの者が殺され、また兵員の不足によって城壁の守備兵が不十分となったとき、都市の人々は英雄的で記憶に値する行為を成し遂げた。
ὁρῶντες γὰρ ἀπαραίτητον οὖσαν τὴν κατʼ αὐτῶν τιμωρίαν καὶ δύναμιν οὐκ ἔχοντες ἀξιόχρεων τὴν ἀμυνομένην τὸ μὲν ἐγχειρίσαι τὴν πόλιν καὶ τὰ κατʼ αὐτοὺς ἐπιτρέψαι τοῖς πολεμίοις οὐκ ἔκριναν, ἐμφανοῦς οὔσης τῆς μεθʼ ὕβρεως τιμωρίας, νυκτὸς δʼ ὁμοθυμαδὸν πρὸς τὸν εὐγενῆ θάνατον ὁρμήσαντες τέκνα μὲν καὶ γυναῖκας καὶ γονεῖς εἰς τὰς οἰκίας ἐγκλείσαντες ἐνέπρησαν, κοινὸν θάνατον καὶ τάφον διὰ τοῦ πυρὸς ἑλόμενοι.
すなわち、自分たちに対する処罰が容赦のないものであることを見聞きし、また防衛に十分な軍勢を持たなかったため、彼らは都市を引き渡して自分たちの身を敵に委ねることは決断しなかった。 屈辱を伴う処罰が明らかであったからである。 そうではなく、夜、一丸となって気高い死へと赴き、子供や妻、親たちを家に閉じ込めて火を放ち、火によって共同の死と墓を選んだ。
§18.22.5τῆς δὲ φλογὸς ἄφνω πρὸς ὕψος αἰρομένης οἱ μὲν Ἰσαυρεῖς τὰ κτήματα καὶ πάντα τὰ δυνάμενα τοῖς κρατοῦσιν ὠφελείας παρέχεσθαι τῷ πυρὶ παρέβαλον, οἱ δὲ περὶ τὸν Περδίκκαν θαυμάσαντες τὸ γινόμενον περιέστησαν τὴν δύναμιν καὶ κατὰ πάντα τόπον ἐβιάζοντο παρεισπεσεῖν εἰς τὴν πόλιν.
炎が突然高く立ち上ると、イサウリア人たちは財産や、勝者に利益をもたらしうるすべてのものを火の中に投げ込んだ。 一方、ペルディッカスの配下たちは起こっていることに驚き、軍勢を配置して、あらゆる場所から都市へと力ずくで侵入しようとした。
§18.22.6τῶν δʼ ἐγχωρίων ἀπὸ τῶν τειχῶν ἀμυνομένων καὶ πολλοὺς τῶν Μακεδόνων καταβαλλόντων ἔτι μᾶλλον ὁ Περδίκκας καταπληττόμενος ἐζήτει τὴν αἰτίαν διʼ ἣν οἱ τὰς οἰκίας καὶ τὰ λοιπὰ πάντα τῷ πυρὶ παραδεδωκότες φιλοτίμως τὰ τείχη φυλάττουσι.
現地の人々が城壁から防衛し、多くのマケドニア兵を打ち倒したため、ペルディッカスはさらに困惑し、家々やそれ以外のすべてのものを火に渡した人々が、なぜこれほど執念深く城壁を守り続けるのか、その理由を探ろうとした。
§18.22.7τέλος δὲ τοῦ Περδίκκου καὶ τῶν Μακεδόνων ἀπὸ τῆς πόλεως ἀποχωρησάντων οἱ Ἰσαυρεῖς εἰς τὸ πῦρ ἑαυτοὺς ῥίψαντες ἐν ταῖς οἰκίαις συνετάφησαν τοῖς οἰκείοις.
最後には、ペルディッカスとマケドニア兵たちが都市から退いたため、イサウリア人たちは自ら火の中に身を投じ、家の中で家族とともに葬られた。
§18.22.8Περδίκκας δὲ νυκτὸς διελθούσης ἔδωκε τοῖς στρατιώταις τὴν πόλιν εἰς διαρπαγήν.
夜が明けると、ペルディッカスは兵士たちに都市の略奪を許した。
οὗτοι δὲ τὴν φλόγα κατασβέσαντες πολὺν ἄργυρόν τε καὶ χρυσόν εὗρον, ὡς ἂν πόλεως γεγενημένης εὐδαίμονος ἐκ πολλῶν χρόνων.
兵士たちは炎を消し止め、多くの銀や金を見出した。 この都市が長い年月にわたって繁栄していたからである。

語釈・文法注

  1. 18.22.1ἔτι ζῶντος Ἀλεξάνδρου — 「アレクサンドロスがまだ生存していたとき」を意味する属格独立構文。現在分詞を用いることで、アレクサンドロスの存命中という継続的な時間を強調している。
  2. 18.22.4τῶν δὲ τειχῶν ἐλλειπεῖς ἐχόντων τὰς φυλακὰς — 属格独立構文。分詞の主語は「城壁」(τῶν τειχῶν)であり、形容詞「不十分な」(ἐλλειπεῖς)は目的語である「守備兵」(τὰς φυλακὰς)に対して述語的に係っている。「城壁がその守備兵を不十分な状態にしていたため」という、背後にある状況・原因を表す。
  3. 18.22.4τὸ μὲν ἐγχειρίσαι τὴν πόλιν καὶ τὰ κατʼ αὐτοὺς ἐπιτρέψαι τοῖς πολεμίοις οὐκ ἔκριναν — 動詞「決定した」(ἔκριναν)の直接目的語として、中性単数対格の冠詞「τὸ」が、並列された二つの不定詞「明け渡すこと」(ἐγχειρίσαι)と「委ねること」(ἐπιτρέψαι)のまとまり全体を導いている。否定の「οὐκ」がこの主要動詞に係り、「〜しないと決めた」という強い拒絶・不退転の意志を示す。
  4. 18.22.8ὡς ἂν πόλεως γεγενημένης εὐδαίμονος — 接続詞「ὡς」に不変化詞「ἄν」が加わり、分詞の属格独立構文を伴うことで、潜在的な妥当性を表す表現。「〜な都市であったから当然(そうである)と思われるように」という主観的な推量あるいは当然の帰結のニュアンスを与える。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.22.1-18.22.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.22.1-18.22.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。