§18.21.1ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων. §18.21.2τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν. §18.21.3διὰ δὲ τὰς ἐλαττώσεις ὁ Θίβρων ἀπογινώσκων ἤδη τὰ κατὰ τὴν Κυρήνην παραδόξως πάλιν ἐθάρρησε. τῶν γὰρ ἀπὸ Ταινάρου στρατιωτῶν καταπλευσάντων καὶ μεγάλης αὐτῷ χειρὸς προσγενομένης εὔελπις ἐγένετο τῇ ψυχῇ. §18.21.4οἱ δὲ Κυρηναῖοι πάλιν θεωροῦντες τὸν πόλεμον αὐξόμενον μετεπέμψαντο τὴν συμμαχίαν παρὰ τῶν πλησιοχώρων Λιβύων καὶ παρὰ τῶν Καρχηδονίων, ἀθροίσαντες δὲ τοὺς ἅπαντας μετὰ τῶν πολιτικῶν στρατιώτας τρισμυρίους ἡτοιμάζοντο παρατάξει περὶ τῶν ὅλων διακριθῆναι. γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Θίβρων νικήσας τῇ μάχῃ καὶ πολλοὺς ἀνελὼν περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα κυριεύσων τῶν πλησίον πόλεων, §18.21.5οἱ δὲ Κυρηναῖοι τῶν στρατηγῶν ἁπάντων ἀνῃρημένων ἐν τῇ μάχῃ τὸν Κρῆτα Μνασικλῆν μεθʼ ἑτέρων εἵλοντο στρατηγόν. Θίβρων δʼ ἐπαρθεὶς τῇ νίκῃ τὸν λιμένα τῶν Κυρηναίων ἐπολιόρκησε καὶ τῇ Κυρήνῃ καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο. §18.21.6χρονίζοντος δὲ τοῦ πολέμου Κυρηναῖοι μὲν σπανίζοντες τροφῆς ἐστασίασαν πρὸς ἀλλήλους· ἐπικρατούντων δὲ τῶν δημοτικῶν καὶ τοὺς κτηματικοὺς ἐκβαλλόντων οἱ τῆς πατρίδος στερηθέντες ἔφυγον οἱ μὲν πρὸς Θίβρωνα, §18.21.7οἱ δʼ εἰς Αἴγυπτον. οὗτοι δὲ πείσαντες τὸν Πτολεμαῖον κατάγειν αὐτοὺς ἧκον ἄγοντες δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν καὶ στρατηγὸν Ὀφέλλαν· ὧν τὴν παρουσίαν ἀκούσαντες οἱ παρὰ τῷ Θίβρωνι φυγάδες, νυκτὸς ἐπιχειρήσαντες πρὸς τούτους ἀπιέναι λάθρᾳ, φωραθέντες ἅπαντες κατεκόπησαν. §18.21.8οἱ δὲ τῆς Κυρήνης στρατηγοῦντες δημοτικοί, φοβηθέντες τὴν τῶν φυγάδων κάθοδον, διελύσαντο πρὸς τὸν Θίβρωνα καὶ κοινῇ πολεμεῖν πρὸς τὸν Ὀφέλλαν παρεσκευάζοντο. §18.21.9Ὀφέλλας δὲ καταπολεμήσας τὸν Θίβρωνα καὶ ζωγρήσας, ἔτι δὲ τῶν πόλεων ἐγκρατὴς γενόμενος παρέδωκε τάς τε πόλεις καὶ τὴν χώραν Πτολεμαίῳ τῷ βασιλεῖ. οἱ μὲν οὖν Κυρηναῖοι καὶ αἱ περιοικοῦσαι πόλεις τοῦτον τὸν τρόπον ἀποβαλοῦσαι τὴν ἐλευθερίαν ὑπὸ τὴν Πτολεμαϊκὴν βασιλείαν ἐτάχθησαν.
ティブロンはこれほど大きな災難に見舞われたものの、それでもなお戦争を継続した。彼は友人たちの中から適任者を選び、タイナロン周辺に滞在している傭兵たちを募るためにペロポネソスへと派遣した。というのも、まだ雇われていない者たちの多くが、自分たちに給与を支払ってくれる雇い主を探して彷徨っており、当時タイナロン周辺には二千五百人以上がいたからである。派遣された者たちはこれらの人々を募り、キュレネへの航海を行った。しかし、彼らが到着する前に、キュレネ人たちはそれまでに生じた勝利に勇気づけられて戦いを挑み、ティブロンを破ってその兵士たちの多くを殺害した。これらの敗北により、ティブロンはすでにキュレネの状況に絶望しかけていたが、予想に反して再び勇気を取り戻した。というのも、タイナロンからの兵士たちが船で到着し、彼に大きな軍勢が加わったため、彼の心に希望が生まれたからである。一方、キュレネ人たちは戦争が再び拡大するのを見て、近隣のリビア人やカルタゴ人から同盟軍を呼び寄せた。彼らは市民兵を含めて総勢三万人の兵士を集め、会戦によって大局を決しようと準備した。大規模な会戦が起こると、ティブロンは戦闘で勝利を収めて多くの者を討ち取り、すぐにでも近隣の都市を支配下に置くことができると考えて大喜びした。しかし、キュレネ人たちは将軍たちが全員戦闘で戦死したため、クレタ人のムナシクレスを他の者たちとともに将軍に選出した。ティブロンは勝利に得意になり、キュレネ人の港を包囲し、キュレネに対して毎日攻撃を加えた。戦争が長引くにつれて、キュレネ人たちは食糧不足に陥り、互いに内紛を起こした。民衆派が優勢となって有産者たちを追放したため、祖国を奪われた者たちは亡命し、一部はティブロンのもとへ逃れ、他の者たちはエジプトへと逃れた。後者の者たちはプトレマイオスを説得して自分たちを帰還させるようにし、歩兵と海軍からなる注目すべき軍勢と、将軍オフェラスを率いてやって来た。彼らの到着を聞いたティブロンのもとにいた亡命者たちは、夜間に密かに彼らのもとへ逃れようと試みたが、全員が発覚して斬殺された。キュレネを支配していた民衆派の将軍たちは、亡命者たちの帰還を恐れてティブロンと和解し、共同でオフェラスと戦う準備をした。しかし、オフェラスはティブロンを破って生け捕りにし、さらに都市を支配下に置いて、都市とその領土をプトレマイオス王に引き渡した。こうして、キュレネ人および周辺 of の都市は、このようにして自由を失い、プトレマイオス王権の支配下に置かれることになった。