§18.16.1ἅμα δὲ τούτοις πραττομένοις Περδίκκας, ἔχων μεθʼ ἑαυτοῦ τόν τε βασιλέα Φίλιππον καὶ τὴν βασιλικὴν δύναμιν, ἐστράτευσεν ἐπὶ Ἀριαράθην τὸν Καππαδοκίας δυνάστην.
これらが実行されている間に、ペルディッカスはフィリッポス王と王の軍勢を自らに随えて、カッパドキアの支配者アリアラテスに対して遠征した。
οὗτος γὰρ οὐ προσέχων τοῖς Μακεδόσιν ὑπὸ μὲν Ἀλεξάνδρου παρεωράθη διὰ τοὺς περὶ Δαρεῖον ἀγῶνας καὶ περισπασμούς, ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε κυριεύων τῆς Καππαδοκίας.
というのも、この男はマケドニア人たちに臣従しておらず、アレクサンドロスがダレイオスをめぐる戦いや様々な紛争に忙殺されていたために見過ごされており、カッパドキアを支配しながら長期にわたる勝手気ままな活動の期間を得ていたからである。
§18.16.2διὸ καὶ πολλὰ μὲν ἐκ τῶν προσόδων χρήματα ἤθροισε, δυνάμεις δʼ ἐγχωρίους καὶ ξενικὰς μεγάλας συνεστήσατο.
それゆえに彼は歳入から多くの富を蓄え、在地や外国人の大軍を組織していた。
διὸ καὶ βασιλείας ἀντιποιούμενος ἕτοιμος ἦν πρὸς τὸν Περδίκκαν διαγωνίζεσθαι, πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ μυρίους πεντακισχιλίους.
またそれゆえに彼は独自の王権を主張し、歩兵三万人、騎兵一万五千人を擁して、ペルディッカスと徹底的に戦う準備を整えていた。
ὁ δὲ Περδίκκας συνάψας αὐτῷ μάχην καὶ τῇ παρατάξει νικήσας ἀνεῖλε μὲν εἰς τετρακισχιλίους, ἐζώγρησε δὲ ὑπὲρ τοὺς πεντακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Ἀριαράθης.
しかしペルディッカスは彼と会戦を交え、その戦闘で勝利を収め、四千人ほどを討ち取り、五千人以上を生け捕りにした。 その中にはアリアラテス自身も含まれていた。
§18.16.3τοῦτον μὲν οὖν καὶ τοὺς συγγενεῖς αὐτοῦ πάντας αἰκισάμενος ἀνεσταύρωσε·
そこで、ペルディッカスは彼とその親族全員に拷問を科したうえで十字架にかけて処刑した。
τοῖς δʼ ἡττηθεῖσι συγχωρήσας τὴν ἀσφάλειαν καὶ καταστήσας τὰ κατὰ τὴν Καππαδοκίαν παρέδωκε τὴν σατραπείαν Εὐμενεῖ τῷ Καρδιανῷ, καθάπερ ἐξ ἀρχῆς ἦν μεμερισμένος.
一方で、敗れた者たちには安全を保障し、カッパドキアの諸事を取りまとめたうえで、最初から分配されていたとおりに、そのサトラペイアをカルディアのエウメネスに引き渡した。
§18.16.4ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Κρατερὸς ἐκ Κιλικίας ἀναζεύξας ἧκεν εἰς Μακεδονίαν, βοηθήσων τοῖς περὶ τὸν Ἀντίπατρον καὶ διορθωσόμενος τὰς γεγενημένας ἥττας τῶν Μακεδόνων.
同じ時期に、クラテロスもキリキアから出発してマケドニアに到着した。 それは、アンティパトロスらを救援し、マケドニア人が被った敗北を立て直すためであった。
ἦγε δὲ πεζοὺς μὲν τῶν εἰς Ἀσίαν Ἀλεξάνδρῳ συνδιαβεβηκότων ἑξακισχιλίους, τῶν δʼ ἐν παρόδῳ προσειλημμένων τετρακισχιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας χιλίους, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους.
彼は、アジアへとアレクサンドロスと共に渡った者たちのうちの歩兵六千人、途上で追加招集した歩兵四千人、ペルシア人の弓兵および投石兵一千人、そして騎兵一千五百人を率いていた。
§18.16.5παρελθὼν δʼ εἰς τὴν Θετταλίαν καὶ τοῦ πρωτείου παραχωρήσας ἑκουσίως Ἀντιπάτρῳ κοινῇ μετʼ αὐτοῦ κατεστρατοπέδευσε παρὰ τὸν Πηνειὸν ποταμόν.
彼はテッサリアへと進むと、自発的に最高指揮権をアンティパトロスに譲り、彼と共同でペネイオス川のほとりに宿営した。
οἱ δὲ πάντες ἠθροίσθησαν σὺν τοῖς μετὰ Λεοννάτου παραγεγενημένοις πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων ἐν τοῖς βαρέσιν ὅπλοις, τοξόται δὲ καὶ σφενδονῆται τρισχίλιοι,
こうして、レオンナトスと共に到着していた者たちも合わせて全員が結集した軍勢は、重装歩兵が四万人以上、弓兵および投石兵が三千人、