§5.83.1ὕστερον δὲ τῆς κατὰ τὴν Λέσβον ἀποικίας ἱκανοῖς τισι χρόνοις συνέβη τὴν νῆσον τὴν ὀνομαζομένην Τένεδον κατοικισθῆναι τοιῷδέ τινι τρόπῳ.
一方、レスボス島への植民から、かなりの年月が経ったのち、次のような方法で、テネドスと呼ばれる島に人が入植することとなった。
Τέννης ἦν υἱὸς μὲν Κύκνου τοῦ βασιλεύσαντος Κολώνης τῆς ἐν τῇ Τρῳάδι, ἀνὴρ δʼ ἐπίσημος διʼ ἀρετήν.
テンネスは、トロアス地方のコローナイを支配していたキュクノスの息子であり、その徳によって際立った人物であった。
§5.83.2οὗτος οἰκήτορας ἀθροίσας καὶ τὴν ὁρμὴν ἐκ τῆς ἀντιπέρας ἠπείρου ποιησάμενος, κατελάβετο νῆσον ἔρημον οὖσαν τὴν ὀνομαζομένην Λεύκοφρυν·
彼は入植者たちを集め、対岸の大陸から出発して、ロイコプリュスと呼ばれていた無人島を占領した。
κατακληρουχήσας δʼ αὐτὴν τοῖς ὑπʼ αὐτὸν ταττομένοις, καὶ κτίσας ἐν αὐτῇ πόλιν, ὠνόμασεν ἀφʼ ἑαυτοῦ Τένεδον.
そして、自らの指揮下に置かれた者たちに土地を配分し、そこに都市を建設して、自身の名にちなんでテネドスと名付けた。
§5.83.3πολιτευόμενος δὲ καλῶς καὶ πολλὰ τοὺς ἐγχωρίους εὐεργετήσας ζῶν μὲν μεγάλης ἀποδοχῆς ἐτύγχανε, τελευτήσας δʼ ἀθανάτων τιμῶν ἠξιώθη·
彼は国を立派に治め、地元の住民たちに多くの恩恵を施したため、存命中には大いなる歓迎を受け、亡くなったのちには不死なる栄誉に値するとみなされた。
καὶ γὰρ τέμενος αὐτοῦ κατεσκεύασαν καὶ θυσίαις ὡς θεὸν ἐτίμων, ἃς διετέλουν θύοντες μέχρι τῶν νεωτέρων καιρῶν.
というのも、彼らは彼の聖域を造り、神として生贄を捧げて彼を崇めたのであり、それらの生贄は後世の時代に至るまで捧げられ続けたからである。
§5.83.4οὐ παραλειπτέον δʼ ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμένων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου·
また、我々としては、テネドス島の人々の間で語り継がれている、都市の創建者テンネスに関する神話的な物語を省くわけにはいかない。
Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβολαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι·
すなわち、父親のキュクノスが妻の不当な中傷を信じて、息子のテンネスを箱に入れて海に沈めたと言われている。
ταύτην δʼ ὑπὸ τοῦ κλύδωνος φερομένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τιμῶν.
しかし、この箱は波に運ばれてテネドス島に漂着し、テンネスは神の配慮によって奇跡的に助かって、その島の王となり、その正義とその他の徳によって著名な人物となり、不死なる栄誉を得たという。
κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι.
また、継母の中傷に際して、ある笛吹きが偽りの証言をしたため、彼らは笛吹きを誰も聖域に入らせてはならないという法を定めた。
§5.83.5κατὰ δὲ τοὺς Τρωικοὺς χρόνους Ἀχιλλέως τὸν Τέννην ἀνελόντος καθʼ ὃν καιρὸν ἐπόρθησαν οἱ Ἕλληνες τὴν Τένεδον, νόμον ἔθεσαν οἱ Τενέδιοι μηδένα ἐξεῖναι ἐν τῷ τεμένει τοῦ κτίστου ὀνομάσαι Ἀχιλλέα.
トロイア戦争の時代に、ギリシア人たちがテネドスを略奪した際、アキレウスがテンネスを殺害したため、テネドスの人々は、創建者の聖域の中では誰もアキレウスの名を口にしてはならないという法律を制定した。
περὶ μὲν οὖν τῆς Τενέδου καὶ τῶν ἐν αὐτῇ τὸ παλαιὸν οἰκησάντων τοιαῦτα μυθολογοῦσιν.
テネドス島と、そこに古くから住んでいた人々については、このようなことが神話として語り継がれている。