§5.71.1διενέγκαι δὲ τὸν θεὸν τοῦτον ἁπάντων ἀνδρείᾳ καὶ συνέσει καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς·
また、この神は、勇気、知性、正義、その他のすべての徳において万人より優れていたと言われている。
διὸ καὶ παραλαβόντα τὴν βασιλείαν παρὰ τοῦ Κρόνου πλεῖστα καὶ μέγιστα τὸν ἀνθρώπινον βίον εὐεργετῆσαι.
それゆえにまた、クロノスから王権を受け取ると、人間の生活に最も多く、最も大いなる恩恵をもたらした。
πρῶτον μὲν γὰρ ἁπάντων καταδεῖξαι περὶ τῶν ἀδικημάτων τὸ δίκαιον ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους καὶ τοῦ βίᾳ τι πράττειν ἀποστῆσαι, κρίσει δὲ καὶ δικαστηρίῳ τὰς ἀμφισβητήσεις διαλύειν.
というのも、まず何よりも第一に、人々が不義に関して互いに正義を施し合うようにし、力ずくで何かを行うことから彼らを遠ざけ、判決と裁判所によって争いごとを解決するようにしたからである。
καθόλου δὲ τὰ περί τε τῆς εὐνομίας καὶ τῆς εἰρήνης προσαναπληρῶσαι, τοὺς μὲν ἀγαθοὺς πείθοντα, τοὺς δὲ φαύλους τῇ τιμωρίᾳ καὶ τῷ φόβῳ καταπληττόμενον.
全体として、良い秩序と平和に関する事柄をさらに満たし、善き人々を説得し、悪しき人々を処罰と恐怖によって畏怖させた。
§5.71.2ἐπελθεῖν δʼ αὐτὸν καὶ τὴν οἰκουμένην σχεδὸν πᾶσαν τοὺς μὲν λῃστὰς καὶ ἀσεβεῖς ἀναιροῦντα, τὴν δʼ ἰσότητα καὶ τὴν δημοκρατίαν εἰσηγούμενον·
また、彼は人が住む世界のほぼ全域を巡り、一方で強盗や不信心な者たちを滅ぼし、他方で平等と民主政を導入したと言われている。
ὅτε δή φασιν αὐτὸν καὶ τοὺς γίγαντας ἀνελεῖν, ἐν μὲν Κρήτῃ τοὺς περὶ Μύλινον, κατὰ δὲ τὴν Φρυγίαν τοὺς περὶ Τυφῶνα.
まさにその時、彼が巨人たちをも滅ぼしたと言われており、クレーテーにおいてはミュリノスの一味を、フリュギアにおいてはテュポンの一味を滅ぼした。
§5.71.3πρὸ δὲ τῆς μάχης τῆς πρὸς τοὺς ἐν Κρήτῃ γίγαντας λέγεται τὸν Δία θῦσαι βοῦν Ἡλίῳ καὶ Οὐρανῷ καὶ Γῇ·
クレーテーの巨人たちとの戦いの前に、ゼウスはヘリオスとウラノスとゲに牡牛を犠牲として捧げたと言われている。
ἐπὶ δὲ τῶν ἱερῶν ἁπάντων φανῆναι τὰ περὶ τούτων ἐπικριθέντα ἐπισημαίνεται κράτος καὶ ἀπόστασις ἀπὸ τῶν πολεμίων πρὸς αὐτούς.
そして、すべての犠牲において、これらに関して決定された前兆が現れたと言われており、それによって勝利と、敵から彼らの側への寝返りが示されていた。
ἀκόλουθον δὲ τούτοις γενέσθαι τοῦ πολέμου τὸ τέλος·
そして、戦争の結末はこれらに従うものとなった。
αὐτομολῆσαι μὲν γὰρ ἐκ τῶν πολεμίων Μουσαῖον, καὶ τυχεῖν ὡρισμένων τιμῶν, κατακοπῆναι δʼ ὑπὸ τῶν θεῶν ἅπαντας τοὺς ἀντιταξαμένους.
というのも、敵からムーサイオスが寝返り、定められた栄誉を得たが、立ち向かったすべての者たちは神々によって切り倒されたからである。
§5.71.4συστῆναι δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δʼ Ἰταλίας κατὰ τὸ πεδίον, ὃ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον.
また、彼に対して巨人たちとの他の戦争も起こり、マケドニアにおいてはパレーネの辺りで、イタリアにおいては平原においてであったが、その平原は、古くは燃え尽きた場所であることからプレグライオンと名付けられていたが、後世の人々はクマイオンと呼んでいた。
§5.71.5κολασθῆναι δὲ τοὺς γίγαντας ὑπὸ Διὸς διὰ τὴν εἰς τοὺς ἄλλους ἀνθρώπους παρανομίαν καὶ διὰ τὸ ταῖς τοῦ σώματος ὑπεροχαῖς καὶ ῥώμαις πεποιθότας καταδουλοῦσθαι μὲν τοὺς πλησιοχώρους, ἀπειθεῖν δὲ τοῖς περὶ τοῦ δικαίου τιθεμένοις νόμοις, πόλεμον δʼ ἐκφέρειν πρὸς τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας ὑπὸ πάντων θεοὺς νομιζομένους.
また、巨人たちは、他の人々に対する不法のために、そして、身体の優越性と強さに頼って近隣の住民たちを奴隷化し、正義に関して制定された法律に従わず、公共の恩恵のためにすべての人から神々とみなされている者たちに対して戦争を仕掛けたために、ゼウスによって処罰された。
§5.71.6τὸν δʼ οὖν Δία λέγουσι μὴ μόνον ἄρδην ἐξ ἀνθρώπων ἀφανίσαι τοὺς ἀσεβεῖς καὶ πονηρούς, ἀλλὰ καὶ τοῖς ἀρίστοις τῶν θεῶν καὶ ἡρώων, ἔτι δʼ ἀνδρῶν τὰς ἀξίας ἀπονεῖμαι τιμάς.
いずれにせよ、ゼウスは、不信心な者や悪しき者を人間の中から根こそぎ消し去っただけでなく、神々や英雄、さらには人間たちのうち最も優れた者たちに対して相応しい栄誉を分け与えた、と人々は言っている。
διὰ δὲ τὸ μέγεθος τῶν εὐεργεσιῶν καὶ τὴν ὑπεροχὴν τῆς δυνάμεως συμφώνως αὐτῷ παρὰ πάντων συγκεχωρῆσθαι τήν τε βασιλείαν εἰς τὸν ἀεὶ χρόνον καὶ τὴν οἴκησιν τὴν ἐν Ὀλύμπῳ.
そして、その恩恵の大きさ、および力の卓越性のゆえに、すべての人から一致して、彼に対して永久の王権とオリュンポスにおける居住が認められたのである。