§5.70.1περὶ δὲ τῆς τοῦ Διὸς γενέσεώς τε καὶ βασιλείας διαφωνεῖται·
ゼウスの誕生と王権については異論がある。
καί τινες μέν φασιν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων τοῦ Κρόνου μετάστασιν εἰς θεοὺς διαδέξασθαι τὴν βασιλείαν, οὐ βίᾳ κατισχύσαντα τὸν πατέρα, νομίμως δὲ καὶ δικαίως ἀξιωθέντα ταύτης τῆς τιμῆς·
ある人々は、クロノスが人間の中から神々のもとへ去った後に、彼が王権を継承したのであり、父親を力ずくで圧倒したのではなく、適法かつ正当にこの栄誉に値すると認められたのだと言っている。
τινὲς δὲ μυθολογοῦσι τῷ Κρόνῳ γενέσθαι λόγιον περὶ τῆς τοῦ Διὸς γενέσεως, ὅτι παραιρήσεται τὴν βασιλείαν αὐτοῦ βιαίως ὁ γεννηθεὶς παῖς.
しかし、別の人々は、ゼウスの誕生に関してクロノスに、生まれた子供が力ずくで彼の王権を奪い取るだろうという神託が下った、と神話的に語っている。
§5.70.2διόπερ τὸν μὲν Κρόνον τὰ γεννώμενα παιδία πλεονάκις ἀφανίζειν, τὴν δὲ Ῥέαν ἀγανακτήσασαν, καὶ μὴ δυναμένην μεταθεῖναι τὴν προαίρεσιν τἀνδρός, τὸν Δία τεκοῦσαν ἐν τῇ προσαγορευομένῃ Ἴδῃ κλέψαι καὶ δοῦναι λάθρᾳ τοῖς Κούρησιν ἐκθρέψαι τοῖς κατοικοῦσι πλησίον ὄρους τῆς Ἴδης.
それゆえ、クロノスは生まれてくる子供たちを何度も消し去っていたが、レアは憤慨し、夫の意図を変えることができなかったため、ゼウスを産むと、いわゆるイダ山で彼を密かに連れ去り、イダ山の近くに住むクーレースたちに預けて育てさせた。
τούτους δ ἀπενέγκαντας εἴς τι ἄντρον παραδοῦναι ταῖς Νύμφαις, παρακελευσαμένους τὴν πᾶσαν ἐπιμέλειαν αὐτοῦ ποιεῖσθαι.
彼らは彼をある洞窟に運び込み、ニンフたちに引き渡し、彼に対してあらゆる配慮をするよう命じた。
§5.70.3αὗται δὲ μέλι καὶ γάλα μίσγουσαι τὸ παιδίον ἔθρεψαν καὶ τῆς αἰγὸς τῆς ὀνομαζομένης Ἀμαλθείας τὸν μαστὸν εἰς διατροφὴν παρείχοντο.
彼女たちは蜂蜜とミルクを混ぜてその子供を育て、アマルテイアと呼ばれる牝山羊の乳房を栄養として与えた。
σημεῖα δὲ πολλὰ μέχρι τοῦ νῦν διαμένειν τῆς γενέσεως καὶ διατροφῆς τοῦ θεοῦ τούτου κατὰ τὴν νῆσον.
この神の誕生と育ちに関する多くの兆候が、今日に至るまでその島の各所に残っている。
§5.70.4φερομένου μὲν γὰρ ὑπὸ τῶν Κουρήτων αὐτοῦ νηπίου φασὶν ἀποπεσεῖν τὸν ὀμφαλὸν περὶ τὸν ποταμὸν τὸν καλούμενον Τρίτωνα, καὶ τὸ χωρίον τε τοῦτο καθιερωθὲν ἀπὸ τοῦ τότε συμβάντος Ὀμφαλὸν προσαγορευθῆναι καὶ τὸ περικείμενον πεδίον ὁμοίως Ὀμφάλειον.
というのも、彼が赤ん坊の時にクーレースたちによって運ばれている間、ト Triton と呼ばれる川のあたりでお臍が落ちたと言われており、その場所は当時の出来事から神聖なものとされ、「オンパロス」と名付けられ、周囲の平野も同様に「オンパレイオン」と名付けられたのだという。
κατὰ δὲ τὴν Ἴδην, ἐν ᾗ συνέβη τραφῆναι τὸν θεόν, τό τε ἄντρον ἐν ᾧ τὴν δίαιταν εἶχε καθιέρωται καὶ οἱ περὶ αὐτὸ λειμῶνες ὁμοίως ἀνεῖνται περὶ τὴν ἀκρώρειαν ὄντες.
また、神が育てられることになったイダ山においては、彼が生活を送っていた洞窟が神聖なものとされており、その周囲の山頂近くにある牧草地も同様に捧げられている。
§5.70.5τὸ δὲ πάντων παραδοξότατον καὶ μυθολογούμενον περὶ τῶν μελιττῶν οὐκ ἄξιον παραλιπεῖν·
すべてのうちで最も驚くべきことであり、蜂について神話的に語られていることは、省略するに値しない。
τὸν γὰρ θεόν φασιν ἀθάνατον μνήμην τῆς πρὸς αὐτὰς οἰκειότητος διαφυλάξαι βουλόμενον ἀλλάξαι μὲν τὴν χρόαν αὐτῶν καὶ ποιῆσαι χαλκῷ χρυσοειδεῖ παραπλησίαν, τοῦ τόπου δʼ ὄντος ὑψηλοῦ καθʼ ὑπερβολήν, καὶ πνευμάτων τε μεγάλων ἐν αὐτῷ γινομένων καὶ χιόνος πολλῆς πιπτούσης, ἀνεπαισθήτους αὐτὰς καὶ ἀπαθεῖς ποιῆσαι, δυσχειμερωτάτους τόπους νεμομένας.
というのも、神は彼女たちとの親密な関係の不滅の記憶を保存したいと望み、彼女たちの色を変えて金色を帯びた青銅に似たものにし、その場所がこの上なく高く、強い風が吹き、多くの雪が降るにもかかわらず、最も冬の厳しい場所を住処としている彼女たちを、寒さを感じず影響も受けないようにした、と言われているからである。
§5.70.6τῇ θρεψάσῃ δʼ αἰγὶ τιμάς τέ τινας ἄλλας ἀπονεῖμαι καὶ τὴν ἐπωνυμίαν ἀπʼ αὐτῆς λαβεῖν, αἰγίοχον ἐπονομασθέντα.
また、自分を育ててくれた牝山羊に対して、彼は他のいくつかの栄誉を分け与え、彼女からその異名を取り、「アイギオコス」と名付けられた。
ἀνδρωθέντα δʼ αὐτόν φασι πρῶτον πόλιν κτίσαι περὶ τὴν Δίκταν, ὅπου καὶ τὴν γένεσιν αὐτοῦ γενέσθαι μυθολογοῦσιν·
また、成年に達した彼は、最初にディクテのあたりに都市を築いたと言われており、そこは彼の誕生が起こったと神話で語られている場所でもある。
ἧς ἐκλειφθείσης ἐν τοῖς ὕστερον χρόνοις διαμένειν ἔτι καὶ νῦν ἕρματα τῶν θεμελίων.
その都市は後世に廃墟となったものの、今日でも依然として土台の石組みが残っている。