§5.65.1μετὰ δὲ τοὺς Ἰδαίους Δακτύλους ἱστοροῦσι γενέσθαι Κούρητας ἐννέα.
イダイオイ・ダクテュロイの後に、九人のクレーテスが生じたと記録されている。
τούτους δʼ οἱ μὲν μυθολογοῦσι γεγονέναι γηγενεῖς, οἱ δʼ ἀπογόνους τῶν Ἰδαίων Δακτύλων.
これらについて、ある者は彼らが大地から生まれた者たちであったと神話的に語り、別の者はイダイオイ・ダクテュロイの子孫であったと語っている。
κατοικεῖν δʼ αὐτοὺς τῶν ὀρῶν τοὺς συνδένδρους καὶ φαραγγώδεις τόπους καὶ τὸ σύνολον τοὺς ἔχοντας σκέπην καὶ ὑπόδυσιν φυσικήν, διὰ τὸ μήπω κατασκευὰς οἰκιῶν εὑρῆσθαι.
彼らは山々の木々が茂り、渓谷の多い場所、そして一般に自然の雨風をしのげる隠れ家のある場所に住んでいた。 なぜなら、まだ家屋の建設が発明されていなかったからである。
§5.65.2διενεγκόντας δʼ αὐτοὺς συνέσει πολλὰ τῶν κοινῇ χρησίμων καταδεῖξαι·
彼らはその優れた知性によって、共同の生活に役立つ多くの事柄を提示した。
τάς τε γὰρ ποίμνας τῶν προβάτων τούτους ἀθροῖσαι πρώτους καὶ τὰ γένη τῶν ἄλλων βοσκημάτων ἐξημερῶσαι καὶ τὰ περὶ τὰς μελιττουργίας καταδεῖξαι.
すなわち、彼らが最初に羊の群れを集め、その他の家畜の類を飼い馴らし、また養蜂に関する事柄を提示したからである。
§5.65.3ὁμοίως δὲ καὶ τὰ περὶ τὴν τοξικὴν καὶ τὰς κυνηγίας εἰσηγήσασθαι, καὶ τῆς πρὸς ἀλλήλους κοινῆς ὁμιλίας καὶ συμβιώσεως, ἔτι δʼ ὁμονοίας καί τινος εὐταξίας ἀρχηγοὺς γενέσθαι.
同様に、弓術や狩猟に関する事柄をも導入し、また互いの共同の交わりと共同生活、さらには協調とある種の秩序ある規律の創始者となった。
§5.65.4εὑρεῖν δὲ καὶ ξίφη καὶ κράνη καὶ τὰς ἐνοπλίους ὀρχήσεις, διʼ ὧν ποιοῦντας μεγάλους ψόφους ἀπατᾶν τὸν Κρόνον.
また、彼らは剣や兜、武装した踊りをも発明し、それらによって大きな音を立てることで、クロノスを欺いた。
φασὶ δʼ αὐτοὺς τὸν Δία, λάθρᾳ τοῦ πατρὸς Κρόνου παραδούσης Ῥέας τῆς μητρός, ὑποδέξασθαι καὶ θρέψαι·
さらに、母であるレアが、父であるクロノスに隠れてゼウスを引き渡したとき、彼らがゼウスを受け入れて育てたと言われている。
περὶ οὗ τὰ κατὰ μέρος μέλλοντας ἡμᾶς δηλοῦν ἀναγκαῖον ἀναλαβεῖν μικρὸν ἀνωτέρω τὴν διήγησιν.
これについて詳細を明らかにしようとしている我々にとっては、その叙述を少し過去にさかのぼって取り上げることが必要である。