§5.44.1ὁ δὲ ναὸς ὑπῆρχεν ἀξιόλογος ἐκ λίθου λευκοῦ, τὸ μῆκος ἔχων δυεῖν πλέθρων, τὸ δὲ πλάτος ἀνάλογον τῷ μήκει·
神殿は白い石で造られた注目に値するもので、長さは二プレトロンあり、幅は長さに比例していた。
κίοσι δὲ μεγάλοις καὶ παχέσιν ὑπήρειστο καὶ γλυφαῖς φιλοτέχνοις διειλημμένος·
それは、大きくて太い柱で支えられ、巧みな彫刻で飾られていた。
ἀγάλματά τε τῶν θεῶν ἀξιολογώτατα, τῇ τέχνῃ διάφορα καὶ τοῖς βάρεσι θαυμαζόμενα.
また、神々の極めて立派な像があり、それらは技術において優れ、その重さにおいて驚嘆されていた。
§5.44.2κύκλῳ δὲ τοῦ ναοῦ τὰς οἰκίας εἶχον οἱ θεραπεύοντες τοὺς θεοὺς ἱερεῖς, διʼ ὧν ἅπαντα τὰ περὶ τὸ τέμενος διῳκεῖτο.
神殿の周囲には、神々に仕える神官たちが自らの家を構えており、彼らによって聖域に関するすべてのことが管理されていた。
ἀπὸ δὲ τοῦ ναοῦ δρόμος κατεσκεύαστο, τὸ μὲν μῆκος σταδίων τεττάρων, §5.44.3τὸ δὲ πλάτος πλέθρου.
また神殿からは、道路が建設されており、その長さは四スタディオン、幅は一プレトロンであった。
παρὰ δὲ τὴν πλευρὰν ἑκατέραν τοῦ δρόμου χαλκεῖα μεγάλα κεῖται, τὰς βάσεις ἔχοντα τετραγώνους·
道路の両側には、四角い台座を持つ大きな青銅の器が置かれていた。
ἐπʼ ἐσχάτῳ δὲ τοῦ δρόμου τὰς πηγὰς ἔχει λάβρως ἐκχεομένας ὁ προειρημένος ποταμός.
道路の端には、先述の川がその水源を持っており、激しく湧き出していた。
ἔστι δὲ τὸ φερόμενον ῥεῦμα τῇ λευκότητι καὶ γλυκύτητι διαφέρον, πρός τε τὴν τοῦ σώματος ὑγίειαν πολλὰ συμβαλλόμενον τοῖς χρωμένοις·
その流れる水は白さと甘さにおいて際立っており、それを利用する人々の身体の健康に大いに寄与している。
ὀνομάζεται δʼ ὁ ποταμὸς οὗτος ἡλίου ὕδωρ.
この川は「太陽の水」と呼ばれている。
§5.44.4περιέχει δὲ τὴν πηγὴν ὅλην κρηπὶς λιθίνη πολυτελής, διατείνουσα παρʼ ἑκατέραν πλευρὰν σταδίους τέτταρας·
水源の全体を、両側にそれぞれ四スタディオンにわたって延びる、豪華な石の土台が囲んでいる。
ἄχρι δὲ τῆς ἐσχάτης κρηπῖδος ὁ τόπος οὐκ ἔστι βάσιμος ἀνθρώπῳ πλὴν τῶν ἱερέων.
この土台の端までは、神官たちを除いて、人間が立ち入ることはできない。
§5.44.5τὸ δʼ ὑποκείμενον πεδίον ἐπὶ σταδίους διακοσίους καθιερωμένον ἐστὶ τοῖς θεοῖς, καὶ τὰς ἐξ αὐτοῦ προσόδους εἰς τὰς θυσίας ἀναλίσκουσι.
その麓に広がる二百スタディオンの平原は神々に捧げられており、彼らはそこからの収益を犠牲祭のために費やしている。
μετὰ δὲ τὸ προειρημένον πεδίον ὄρος ἐστὶν ὑψηλόν, καθιερωμένον μὲν θεοῖς, ὀνομαζόμενον δὲ Οὐρανοῦ δίφρος καὶ Τριφύλιος Ὄλυμπος.
先述の平原の先には高い山があり、神々に捧げられていて、「ウラノスの戦車」および「トリピュリオスのオリンポス」と呼ばれている。
§5.44.6μυθολογοῦσι γὰρ τὸ παλαιὸν Οὐρανὸν βασιλεύοντα τῆς οἰκουμένης προσηνῶς ἐνδιατρίβειν ἐν τῷδε τῷ τόπῳ, καὶ ἀπὸ τοῦ ὕψους ἐφορᾶν τόν τε οὐρανὸν καὶ τὰ κατʼ αὐτὸν ἄστρα, ὕστερον δὲ Τριφύλιον Ὄλυμπον κληθῆναι διὰ τὸ τοὺς κατοικοῦντας ὑπάρχειν ἐκ τριῶν ἐθνῶν·
というのも、古くに居住世界を支配していたウラノスが、この場所に快く滞在し、その高みから天とそこにある星々を観察していたと、人々は語っているからである。 また後に、居住者たちが三つの部族からなっていたために「トリピュリオスのオリンポス」と呼ばれた。
ὀνομάζεσθαι δὲ τοὺς μὲν Παγχαίους, τοὺς δʼ Ὠκεανίτας, τοὺς δὲ Δῴους· οὓς ὕστερον ὑπὸ Ἄμμωνος ἐκβληθῆναι.
すなわち、一方はパンカイア人、他方はオケアノス人、もう一方はドイオス人と呼ばれ、彼らは後にアモンによって追放されたのである。
§5.44.7τὸν γὰρ Ἄμμωνά φασι μὴ μόνον φυγαδεῦσαι τοῦτο τὸ ἔθνος, ἀλλὰ καὶ τὰς πόλεις αὐτῶν ἄρδην ἀνελεῖν, καὶ κατασκάψαι τήν τε Δῴαν καὶ Ἀστερουσίαν.
アモンはこの部族を追放しただけでなく、彼らの都市を根こそぎ破壊し、ドイアとアステルシアを平らげたと人々は言っているからである。
θυσίαν τε κατʼ ἐνιαυτὸν ἐν τούτῳ τῷ ὄρει ποιεῖν τοὺς ἱερεῖς μετὰ πολλῆς ἁγνείας.
また、神官たちは毎年この山で、多大なる清めの儀礼を伴って犠牲祭を行っている。