§5.36.1ὕστερον δὲ πολλοῖς χρόνοις οἱ μὲν Ἴβηρες μαθόντες τὰ περὶ τὸν ἄργυρον ἰδιώματα κατεσκεύασαν ἀξιόλογα μέταλλα·
しかし、何年も後になって、イベリア人たちは銀に関する特性を学び、注目に値する鉱山を築いた。
διόπερ ἄργυρον κάλλιστον καὶ σχεδόν τι πλεῖστον κατασκευάζοντες μεγάλας ἐλάμβανον προσόδους.
それゆえ、最も優れ、かつほぼ最大の量の銀を生産することによって、彼らは多額の収益を得ていた。
ὁ δὲ τρόπος τῆς μεταλλείας καὶ τῶν ἔργων τοιοῦτός τίς ἐστι παρὰ τοῖς Ἴβηρσιν.
イベリア人における採掘および作業の方法は、およそ次のようなものである。
§5.36.2ὄντων χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου μετάλλων θαυμαστῶν, οἱ μὲν ἐργαζόμενοι τὰ χαλκουργεῖα τὸ τέταρτον μέρος χαλκοῦ καθαροῦ ἐκ τῆς ὀρυττομένης γῆς λαμβάνουσι, τῶν δʼ ἀργυρευόντων τινὲς ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν ἐξαίρουσι τάλαντον·
銅、金、銀の見事な鉱山が存在するので、銅山で働く人々は、掘り出された土から四分の一の純銅を得ており、銀を採掘する私人のうちのある者たちは、三日間でエウボイア・タラントン分を取り出す。
πᾶσα γὰρ ἡ βῶλός ἐστι ψήγματος συμπεπηγότος καὶ ἀπολάμποντος μεστή.
というのも、土塊全体が、固まって光り輝く粒で満ちているからである。
διὸ καὶ θαυμάσαι τις ἂν τήν τε τῆς χώρας φύσιν καὶ τὴν φιλοπονίαν τῶν ἐργαζομένων αὐτὴν ἀνθρώπων.
それゆえ、この土地の性質にも、またそこを耕作する人々の勤勉さにも、誰もが感嘆するであろう。
§5.36.3τὸ μὲν οὖν πρῶτον οἱ τυχόντες τῶν ἰδιωτῶν προσεκαρτέρουν τοῖς μετάλλοις, καὶ μεγάλους ἀπεφέροντο πλούτους διὰ τὴν ἑτοιμότητα καὶ δαψίλειαν τῆς ἀργυρίτιδος γῆς·
さて、最初は偶然居合わせたような一般の私人が鉱山にしがみつき、銀を含む大地の獲りやすさと豊かさのおかげで、巨万の富を持ち去っていた。
ὕστερον δὲ τῶν Ῥωμαίων κρατησάντων τῆς Ἰβηρίας, πλῆθος Ἰταλῶν ἐπεπόλασε τοῖς μετάλλοις, καὶ μεγάλους ἀπεφέροντο πλούτους διὰ τὴν φιλοκερδίαν.
しかし後にローマ人がイベリアを支配すると、多くのイタリア人が鉱山に殺到し、その利欲のゆえに巨万の富を持ち去るようになった。
§5.36.4ὠνούμενοι γὰρ πλῆθος ἀνδραπόδων παραδιδόασι τοῖς ἐφεστηκόσι ταῖς μεταλλικαῖς ἐργασίαις·
というのも、彼らは多数の奴隷を買い入れ、鉱山作業の監督たちに引き渡すからである。
οὗτοι δὲ κατὰ πλείονας τόπους ἀνοίξαντες στόμια καὶ κατὰ βάθους ὀρύττοντες τὴν γῆν ἐρευνῶσι τὰς πολυαργύρους καὶ πολυχρύσους πλάκας τῆς γῆς·
そして監督たちは、いくつかの場所で坑口を開け、地中深く掘り進みながら、銀や金を豊富に含む地層を探索する。
καταβαίνοντές τε οὐ μόνον εἰς μῆκος, ἀλλὰ καὶ εἰς βάθος παρεκτείνοντες ἐπὶ πολλοὺς σταδίους τὰ ὀρύγματα, καὶ πλαγίας καὶ σκολιὰς διαδύσεις ποικίλως μεταλλουργοῦντες, ἀνάγουσιν ἐκ βυθῶν τὴν τὸ κέρδος αὐτοῖς παρεχομένην βῶλον.
彼らは横方向だけでなく深さ方向にも降りていき、坑道を何スタディオンにもわたって延ばし、横穴や曲がりくねった通路を様々に掘り進めて採掘を行い、彼らに利益をもたらす土塊を深淵から運び出すのである。