§5.35.1ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι διαλαμβάνομεν περὶ τῶν ἐν αὐτῇ μετάλλων ἀργυρείων διελθεῖν·
イベリア人に関する事柄を語り終えたので、そこにある銀山について語ることは不適切ではないと我々は判断する。
αὕτη γὰρ ἡ χώρα σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευόμενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρέχεται προσόδους.
というのも、この国は採掘される銀をほぼ最も多く、かつ最も優れた品質で有しており、そこで働く人々に多くの収益をもたらしているからである。
§5.35.2εἴρηται μὲν οὖν ἡμῖν καὶ ἐν ταῖς πρὸ ταύτης βίβλοις ἐν ταῖς περὶ Ἡρακλέους πράξεσι τὰ κατὰ τὴν Ἰβηρίαν ὄρη τὰ καλούμενα Πυρηναῖα·
さて、これより前の諸書において、ヘラクレスの業績に関する記述の中で、ピレネーと呼ばれるイベリアの山々についてはすでに述べた。
ταῦτα δὲ καὶ κατὰ τὸ ὕψος καὶ κατὰ τὸ μέγεθος ὑπάρχει διάφορα τῶν ἄλλων·
これらは高さにおいても大きさにおいても、他の山々より際立っている。
παρήκει γὰρ ἀπὸ τῆς κατὰ τὴν μεσημβρίαν θαλάττης σχεδὸν ἄχρι πρὸς τὸν ὑπὸ τὰς ἄρκτους ὠκεανόν, διείργοντα δὲ τὴν Γαλατίαν καὶ τὴν Ἰβηρίαν, ἔτι δὲ τὴν Κελτιβηρίαν, παρεκτείνει σταδίους ὡς τρισχιλίους.
というのも、南の海から北極の下のオーケアノス(大洋)の近くにまで達しており、ガラティア(ガリア)とイベリア、さらにはケルティベリアを隔てて、およそ三千スタディオンにわたって延びているからである。
§5.35.3πολλῶν δʼ ὄντων ἐν αὐτοῖς δρυμῶν καὶ πυκνῶν τοῖς δένδρεσι, φασὶν ἐν τοῖς παλαιοῖς χρόνοις ὑπό τινων νομέων ἀφέντων πῦρ κατακαῆναι παντελῶς ἅπασαν τὴν ὀρεινὴν χώραν·
そこには木々が鬱蒼と生い茂る多くの森があるが、古代において、ある羊飼いたちが火を放ったために、その山岳地帯全体が完全に焼き尽くされたと言われている。
διὸ καὶ συχνὰς ἡμέρας συνεχῶς πυρὸς ἐπιφλέγοντος καῆναι τὴν ἐπιφάνειαν τῆς γῆς, καὶ τὰ μὲν ὄρη διὰ τὸ συμβεβηκὸς κληθῆναι Πυρηναῖα, τὴν δʼ ἐπιφάνειαν τῆς κατακεκαυμένης χώρας ἀργύρῳ ῥυῆναι πολλῷ, καὶ χωνευθείσης τῆς φύσεως, ἐξ ἧς ὁ ἄργυρος κατασκευάζεται, ῥύακας γενέσθαι πολλοὺς ἀργύρου καθαροῦ.
そのため、何日も連続して火が燃え盛ったので、大地の表面が焼かれ、この出来事によってその山々は「ピレネー」(火の山)と呼ばれるようになり、焼き尽くされた土地の表面には多くの銀が流れ出し、銀が作られる原料の物質が融解したため、純銀の多くの流れが生じたということである。
§5.35.4τῆς δὲ τούτου χρείας ἀγνοουμένης παρὰ τοῖς ἐγχωρίοις, τοὺς Φοίνικας ἐμπορίαις χρωμένους καὶ τὸ γεγονὸς μαθόντας ἀγοράζειν τὸν ἄργυρον μικρᾶς τινος ἀντιδόσεως ἄλλων φορτίων.
現地の人々はこれの用途を知らなかったが、交易を行っていたフェニキア人たちが、この出来事を知って、他の荷物とのわずかな交換でその銀を買い取った。
διὸ δὴ τοὺς Φοίνικας μετακομίζοντας εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν καὶ τἄλλα πάντα ἔθνη μεγάλους περιποιήσασθαι πλούτους.
それゆえ、フェニキア人たちはそれをギリシアやアジア、その他すべての民族へと運び出し、莫大な富を築いたのである。
ἐπὶ τοσοῦτο δὲ τοὺς ἐμπόρους διατεῖναι τῆς φιλοκερδίας, ὥστε ἐπειδὰν καταγόμων ὄντων τῶν πλοίων περιττεύῃ πολὺς ἄργυρος, ἐκκόπτειν τὸν ἐν ταῖς ἀγκύραις μόλιβδον, καὶ ἐκ τοῦ ἀργύρου τὴν ἐκ τοῦ μολίβδου χρείαν ἀλλάττεσθαι.
そして、商人たちの利欲は極みに達し、船が満載になってもなお多くの銀が余った時には、錨に使われていた鉛を切り落とし、鉛の用途を銀で代用するほどであったという。
§5.35.5διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ λαβόντες αὔξησιν ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς μὲν εἰς Σικελίαν καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δʼ εἰς τὴν Λιβύην καὶ Σαρδόνα καὶ τὴν Ἰβηρίαν.
それゆえ、長い年月にわたり、フェニキア人たちはこのような交易によって大いに繁栄を遂げ、多くの植民市を送り出した。 あるものはシケリアとその近隣の島々へ、またあるものはリビュア、サルドー(サルディニア)、そしてイベリアへと。