§5.12.1ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους κειμένας ἀναγραφῆς ἀξιώσομεν.
Now that we have traversed the matters concerning the Aeolian islands, we shall in turn deem the islands lying on the other side worthy of record.
τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν μέρους νῆσοι τρεῖς πρόκεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυναμένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν.
For off the southern part of Sicily, three islands lie in the open sea, and each of these has a city and harbors capable of offering safety to vessels tossed by storms.
§5.12.2καὶ πρώτη μέν ἐστιν ἡ προσαγορευομένη Μελίτη, τῶν Συρακουσῶν ἀπέχουσα σταδίους ὡς ὀκτακοσίους, καὶ λιμένας μὲν ἔχει πολλοὺς καὶ διαφόρους ταῖς εὐχρηστίαις, τοὺς δὲ κατοικοῦντας ταῖς οὐσίαις εὐδαίμονας· τεχνίτας τε γὰρ ἔχει παντοδαποὺς ταῖς ἐργασίαις, κρατίστους δὲ τοὺς ὀθόνια ποιοῦντας τῇ τε λεπτότητι καὶ τῇ μαλακότητι διαπρεπῆ, τάς τε οἰκήσεις ἀξιολόγους καὶ κατεσκευασμένας φιλοτίμως γείσσοις καὶ κονιάμασι περιττότερον.
And the first is the one called Melite, distant from Syracuse about eight hundred stadia, and it has many harbors outstanding in their usefulness, and inhabitants prosperous in their wealth; for it has craftsmen of all kinds in their occupations, and the most excellent are those who make linen cloths outstanding for their fineness and softness, and their dwellings are noteworthy and constructed ambitiously with cornices and plaster in an extraordinary degree.
§5.12.3ἔστι δʼ ἡ νῆσος αὕτη Φοινίκων ἄποικος, οἳ ταῖς ἐμπορίαις διατείνοντες μέχρι τοῦ κατὰ τὴν δύσιν ὠκεανοῦ καταφυγὴν εἶχον ταύτην, εὐλίμενον οὖσαν καὶ κειμένην πελαγίαν· διʼ ἣν αἰτίαν οἱ κατοικοῦντες αὐτὴν εὐχρηστούμενοι κατὰ πολλὰ διὰ τοὺς ἐμπόρους ταχὺ τοῖς τε βίοις ἀνέδραμον καὶ ταῖς δόξαις ηὐξήθησαν.
This island is a colony of the Phoenicians, who, extending their trade as far as the western ocean, held this as a refuge, since it possessed good harbors and lay in the open sea; for which reason its inhabitants, benefiting in many ways through the merchants, quickly rose in their standard of living and increased in reputation.
§5.12.4μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη, Φοινίκων ἄποικος.
After this island there is another, bearing the name Gaulos, lying in the open sea and adorned with convenient harbors, a colony of the Phoenicians.
ἑξῆς δʼ ἐστὶ Κέρκινα, πρὸς τὴν Λιβύην νενευκυῖα, πόλιν ἔχουσα σύμμετρον καὶ λιμένας εὐχρηστοτάτους, οὐ μόνον ταῖς ἐμπόροις, ἀλλὰ καὶ ταῖς μακραῖς ναυσὶν εὐθετοῦντας.
Next is Cercina, facing towards Libya, having a city of moderate size and very useful harbors, well-suited not only for merchant vessels but also for long ships.
ἐπεὶ δὲ περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων εἰρήκαμεν, ἐπάνιμεν πάλιν ἐπὶ τὰς ἑξῆς τῇ Λιπάρᾳ νήσους τὰς κειμένας κατὰ τὸ Τυρρηνικὸν καλούμενον πέλαγος.
But now that we have spoken of the islands situated to the south, we shall return again to the islands next after Lipara, which lie in the so-called Tyrrhenian Sea.