§4.1.1οὐκ ἀγνοῶ μὲν ὅτι τοῖς τὰς παλαιὰς μυθολογίας συνταττομένοις συμβαίνει κατὰ τὴν γραφὴν ἐν πολλοῖς ἐλαττοῦσθαι.
私は、古い神話を編纂する者たちが、執筆にあたって多くの点で不利な立場に置かれることになるのを自覚していないわけではない。
ἡ μὲν γὰρ τῶν ἀναγραφομένων ἀρχαιότης δυσεύρετος οὖσα πολλὴν ἀπορίαν παρέχεται τοῖς γράφουσιν, ἡ δὲ τῶν χρόνων ἀπαγγελία τὸν ἀκριβέστατον ἔλεγχον οὐ προσδεχομένη καταφρονεῖν ποιεῖ τῆς ἱστορίας τοὺς ἀναγινώσκοντας·
というのも、記録される事柄の古さは、探り出すのが困難であるため、執筆者に多くの困難をもたらすからであり、年代の報告は、極めて厳密な検証を受け入れないために、読者に歴史を軽んじさせるからである。
πρὸς δὲ τούτοις ἡ ποικιλία καὶ τὸ πλῆθος τῶν γενεαλογουμένων ἡρώων τε καὶ ἡμιθέων καὶ τῶν ἄλλων ἀνδρῶν δυσέφικτον ἔχει τὴν ἀπαγγελίαν·
さらにこれらに加えて、系譜が語られる英雄や半神、その他の人々の多様性と多さは、その叙述を達しがたいものにしている。
τὸ δὲ μέγιστον καὶ πάντων ἀτοπώτατον, ὅτι συμβαίνει τοὺς ἀναγεγραφότας τὰς ἀρχαιοτάτας πράξεις τε καὶ μυθολογίας ἀσυμφώνους εἶναι πρὸς ἀλλήλους.
そして最大かつ最も奇妙なことは、最古の行為や神話を記録した人々が、互いに食い違っていることである。
§4.1.2διόπερ τῶν μεταγενεστέρων ἱστοριογράφων οἱ πρωτεύοντες τῇ δόξῃ τῆς μὲν ἀρχαίας μυθολογίας ἀπέστησαν διὰ τὴν δυσχέρειαν, τὰς δὲ νεωτέρας πράξεις ἀναγράφειν ἐπεχείρησαν.
それゆえ、後世の歴史家たちの中で評判において第一位を占める者たちは、この困難さのために古代の神話から退き、より新しい時代の出来事を記録することに努めた。
§4.1.3Ἔφορος μὲν γὰρ ὁ Κυμαῖος, Ἰσοκράτους ὢν μαθητής, ὑποστησάμενος γράφειν τὰς κοινὰς πράξεις, τὰς μὲν παλαιὰς μυθολογίας ὑπερέβη, τὰ δʼ ἀπὸ τῆς Ἡρακλειδῶν καθόδου πραχθέντα συνταξάμενος ταύτην ἀρχὴν ἐποιήσατο τῆς ἱστορίας.
というのも、クマイのエポロスは、イソクラテスの弟子であり、共通の出来事を書くことを引き受けたが、古い神話は飛び越え、ヘラクレイダイの帰還以後になされた事柄を編纂して、これを自らの歴史の始まりとしたからである。
ὁμοίως δὲ τούτῳ Καλλισθένης καὶ Θεόπομπος, κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύθων.
そして彼と同様に、同時代に生きたカリスてねすとテオポンポスも、古い神話から退いた。
§4.1.4ἡμεῖς δὲ τὴν ἐναντίαν τούτοις κρίσιν ἔχοντες, καὶ τὸν ἐκ τῆς ἀναγραφῆς πόνον ὑποστάντες, τὴν πᾶσαν ἐπιμέλειαν ἐποιησάμεθα τῆς ἀρχαιολογίας.
しかし私たちは、これらとは反対の判断を持ち、記録することに伴う労苦を引き受けて、古代の事柄の研究に万全の配慮を傾けた。
μέγισται γὰρ καὶ πλεῖσται συνετελέσθησαν πράξεις ὑπὸ τῶν ἡρώων τε καὶ ἡμιθέων καὶ πολλῶν ἄλλων ἀνδρῶν ἀγαθῶν·
なぜなら、英雄や半神、および他の多くの優れた男たちによって、極めて大きくかつ非常に多くの事績が成し遂げられたからである。
ὧν διὰ τὰς κοινὰς εὐεργεσίας οἱ μεταγενέστεροι τοὺς μὲν ἰσοθέοις, τοὺς δʼ ἡρωικαῖς θυσίαις ἐτίμησαν, πάντας δʼ ὁ τῆς ἱστορίας λόγος τοῖς καθήκουσιν ἐπαίνοις εἰς τὸν αἰῶνα καθύμνησεν.
彼らの公共への恩恵のゆえに、後世の人々は、ある者たちを神に等しい犠牲をもって、他の者たちを英雄としての犠牲をもって称え、歴史の記述は彼ら全員をふさわしい賛辞をもって永遠に称え歌ったのである。
§4.1.5ἐν μὲν οὖν ταῖς πρὸ ταύτης βίβλοις τρισὶν ἀνεγράψαμεν τὰς παρὰ τοῖς ἄλλοις ἔθνεσι μυθολογουμένας πράξεις καὶ τὰ περὶ θεῶν παρʼ αὐτοῖς ἱστορούμενα, πρὸς δὲ τούτοις τὰς τοποθεσίας τῆς παρʼ ἑκάστοις χώρας καὶ τὰ φυόμενα παρʼ αὐτοῖς θηρία καὶ τἄλλα ζῷα καὶ καθόλου πάντα τὰ μνήμης %5ἄξια καὶ παραδοξολογούμενα διεξιόντες, ἐν ταύτῃ δὲ τὰ παρὰ τοῖς Ἕλλησιν ἱστορούμενα κατὰ τοὺς ἀρχαίους χρόνους περὶ τῶν ἐπιφανεστάτων ἡρώων τε καὶ ἡμιθέων καὶ καθόλου τῶν κατὰ πόλεμον ἀξιόλογόν τι κατειργασμένων, ὁμοίως δὲ καὶ τῶν ἐν εἰρήνῃ τι χρήσιμον πρὸς τὸν κοινὸν βίον εὑρόντων ἢ νομοθετησάντων.
さて、本書に先立つ三巻において、私たちは他の諸民族の間で神話的に語られる事績や、彼らの間で神々について物語られる事柄を記録し、さらにこれらに加えて、それぞれの国の地勢や、そこで産出される野獣その他の動物、そして全般的に記憶に値するすべての事柄や不可思議な事柄を詳しく述べてきたが、本巻においては、古代においてギリシア人の間で物語られている、最も高名な英雄や半神、そして全般的に戦争において注目すべきことを成し遂げた人々、同様に平和な時において共同の生活に役立つ何かを発見したか、あるいは法を制定した人々に関する事柄を述べることにする。
§4.1.6ποιησόμεθα δὲ τὴν ἀρχὴν ἀπὸ Διονύσου διὰ τὸ καὶ παλαιὸν εἶναι σφόδρα τοῦτον καὶ μεγίστας εὐεργεσίας κατατεθεῖσθαι τῷ γένει τῶν ἀνθρώπων.
私たちはディオニュソスから始めることにする。 なぜなら、この神は極めて古く、人間の種族に対して最大の恩恵を授けたからである。
εἴρηται μὲν οὖν ἡμῖν ἐν ταῖς προειρημέναις βίβλοις ὅτι τινὲς τῶν βαρβάρων ἀντιποιοῦνται τῆς γενέσεως τοῦ θεοῦ τούτου.
すでに前述の巻において、未開人の一部がこの神の誕生の権利を主張していることを私たちは述べた。
Αἰγύπτιοι μὲν γὰρ τὸν παρʼ αὑτοῖς θεὸν Ὄσιριν ὀνομαζόμενόν φασιν εἶναι τὸν παρʼ Ἕλλησι Διόνυσον καλούμενον.
というのも、エジプト人たちは、彼らのところでオシリスと名付けられている神が、ギリシア人の間でディオニュソスと呼ばれているその神であると主張しているからである。
§4.1.7τοῦτον δὲ μυθολογοῦσιν ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην, εὑρετὴν γενόμενον τοῦ οἴνου, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους, καὶ διὰ ταύτην τὴν εὐεργεσίαν τυχεῖν συμφωνουμένης ἀθανασίας.
そして、この神がワインの発見者となり、全居住世界を巡り、人々にブドウの栽培を教え、この恩恵のゆえに満場一致で認められた不死を手に入れたと神話的に語っている。
ὁμοίως δὲ τοὺς Ἰνδοὺς τὸν θεὸν τοῦτον παρʼ ἑαυτοῖς ἀποφαίνεσθαι γεγονέναι, καὶ τὰ περὶ τὴν φυτείαν τῆς ἀμπέλου φιλοτεχνήσαντα μεταδοῦναι τῆς τοῦ οἴνου χρήσεως τοῖς %5κατὰ τὴν οἰκουμένην ἀνθρώποις.
そして同様に、インド人たちもこの神が彼らのもとで生まれたと主張しており、ブドウの栽培を工夫した上で、ワインの使用を全居住世界の人々に分かち与えたとしている。
ἡμεῖς δὲ τὰ κατὰ μέρος περὶ τούτων εἰρηκότες νῦν τὰ παρὰ τοῖς Ἕλλησι λεγόμενα περὶ τοῦ θεοῦ τούτου διέξιμεν.
しかし私たちは、これらについて個別的な詳細をすでに述べているので、今はギリシア人の間でこの神について言われている事柄を詳しく述べることにする。