Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.8.1-3.8.6

辺境のエチオピア人諸部族の特徴と生活習慣

169 / 406 箇所 · ギリシア語

要旨

ナイル川、アラビア境界、リビア内陸に住む様々なエチオピア人諸部族について、その特異な身体的特徴、武装、衣服、そして様々な食習慣を記述する。

§3.8.1ἔστι δὲ καὶ ἄλλα γένη τῶν Αἰθιόπων παμπληθῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ ποταμῷ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δʼ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καθιδρυμένα.
エチオピア人には他にも非常に多くの種族があり、あるものはナイル川の両岸の川沿いの地域と川の中の島々に住み、あるものはアラビアに隣接する地域を占有し、あるものはリビアの内陸部に定住している。
§3.8.2οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθʼ οἱ παρὰ τὸν ποταμὸν οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι.
これらのうちの大部分、そして特に川の近くに住む人々は、肌の色は黒く、顔立ちは平べったい鼻で、髪の毛は縮れている。
καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς θυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν·
そして精神においては完全に野蛮であり、獣のような性質を示しているが、それは彼らの気質においてよりも、むしろその生活習慣においてそうである。
αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς θηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανθρωπίας πλεῖστον ὅσον ἀφεστήκασι·
なぜなら彼らは身体全体が不潔であり、爪は野獣のように非常に長く伸ばしており、お互いに対する親切からは極めて遠く離れているからである。
§3.8.3καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδʼ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθʼ ἡμᾶς ἔθη τὴν διαφοράν.
また彼らは甲高い声を発し、他の人々の間で文明的な生活のために習慣とされているものを何一つ持たず、我々の習俗とは大きな違いを示している。
§3.8.4καθοπλίζονται δʼ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται.
彼らのうち、ある者は生の牛皮の盾と小さな槍で武装し、他の者は投げ槍で、また時には4ペーキュスの木製の弓で武装し、彼らはそれに足をあてがって矢を放ち、矢を使い果たした後は木製のこん棒で戦う。
καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος.
彼らはまた女性たちをも武装させ、彼女たちに一定の年齢を規定している。 彼女たちの大部分には、口の唇に青銅の輪をはめる習慣がある。
§3.8.5ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες διʼ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος·
衣服に関しては、ある者はまったくそれを用いず、生涯を通じて裸の生活を送り、ただ暑さに対してのみ、手近にあるものから自分で用意した防護手段を講じる。
τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ ταύτην προβαλλόμενοι·
またある者は羊の尾を切り落とし、それらで後ろから腰を覆い、これを恥部を隠すものとして前に差し出す。
ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δʼ οἳ περιζώμασι μέχρι μέσου τὸ σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρʼ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας.
またある者は家畜の皮を用い、ある者は髪の毛で編んだ腰布で、身体の半分を覆っている。 これは、その地の特殊性のために、彼らのところにいる羊がウールを産じないからである。
§3.8.6τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους, τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δʼ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι.
食物に関しては、ある者は水中に生じる果実を採って食べ、それは湖や湿地帯の周りに自生している。 またある者は最も柔らかい樹木の小枝を折り、それらで身体を遮って真昼に涼をとる。 またある者はゴマやハスを蒔き、ある者は最も柔らかい葦の根で身を養う。
οὐκ ὀλίγοι δʼ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηθληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, διʼ ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν·
彼らのうち少なくない者たちが、弓術に熟練しており、多くの鳥を巧みに射落とし、それによって食物の不足を補っている。
οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τυρῷ τὸν πάντα βίον διαζῶσι.
そして大部分の者は、家畜から得られる肉、乳、チーズによって生涯を過ごしている。

語釈・文法注

  1. §3.8.2πλεῖστον ὅσον — 間接疑問に由来する慣用表現であり、「この上なく」「計り知れないほど」という強意の副詞句として機能している。
  2. §3.8.4τῷ ποδὶ προσβαίνοντες — 「足で踏みつけながら」の意。非常に大きな木製の弓を引く際、弓を地面に置いて足で押さえながら弦を引っ張る、古代の特定の部族に見られた射術の動作を具体的に描写している。
  3. §3.8.5ὡς ἂν τῶν παρʼ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια — ὡς ἄν(あるいは単なる ὡς)が分詞(ここでは属格絶対の ὄντων および μὴ φερόντων)を伴い、「彼らのところにいる羊が〜だからとして」と、そうした腰布を編むことの主観的な理由または現地での物理的状況を説明している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.8.1-3.8.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.8.1-3.8.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。