§3.53.1φασὶ γὰρ ὑπάρξαι τῆς Λιβύης ἐν τοῖς πρὸς ἑσπέραν μέρεσιν ἐπὶ τοῖς πέρασι τῆς οἰκουμένης ἔθνος γυναικοκρατούμενον καὶ βίον ἐζηλωκὸς οὐχ ὅμοιον τῷ παρʼ ἡμῖν.
というのも、人々が言うには、リビアの西側の地方、知られた世界の端に、女性によって支配され、我々のものとは似ていない生活様式を熱心に送っている部族が存在したという。
ταῖς μὲν γὰρ γυναιξὶν ἔθος εἶναι διαπονεῖν τὰ κατὰ πόλεμον, καὶ χρόνους ὡρισμένους ὀφείλειν στρατεύεσθαι, διατηρουμένης τῆς παρθενίας·
すなわち、女性たちにとっては、戦争に関する事柄を骨折って行い、処女性が保たれている間は一定の期間軍役に服する義務があるのが習慣であったという。
διελθόντων δὲ τῶν ἐτῶν τῶν τῆς στρατείας προσιέναι μὲν τοῖς ἀνδράσι παιδοποιίας ἕνεκα, τὰς δʼ ἀρχὰς καὶ τὰ κοινὰ διοικεῖν ταύτας ἅπαντα.
そして、軍役の年月が過ぎ去った後は、子作りのために男たちに近づくが、官職や公的な事柄はすべて彼女たち自身が執り行うという。
§3.53.2τοὺς δʼ ἄνδρας ὁμοίως ταῖς παρʼ ἡμῖν γαμεταῖς τὸν κατοικίδιον ἔχειν βίον, ὑπηρετοῦντας τοῖς ὑπὸ τῶν συνοικουσῶν προσταττομένοις·
他方、男たちは、我々の社会における妻たちと同様に、家に留まる生活を送り、一緒に暮らす女性たちから命じられた事柄に仕え、軍役にも、官職にも、公的な事柄に関する他のいかなる発言権にも参与しない。
μὴ μετέχειν δʼ αὐτοὺς μήτε στρατείας μήτʼ ἀρχῆς μήτʼ ἄλλης τινὸς ἐν τοῖς κοινοῖς παρρησίας, ἐξ ἧς ἔμελλον φρονηματισθέντες ἐπιθήσεσθαι ταῖς γυναιξί.
それは、それによって彼らが思い上がって女性たちに反抗することのないようにするためであるという。
§3.53.3κατὰ δὲ τὰς γενέσεις τῶν τέκνων τὰ μὲν βρέφη παραδίδοσθαι τοῖς ἀνδράσι, καὶ τούτους διατρέφειν αὐτὰ γάλακτι καὶ ἄλλοις τισὶν ἑψήμασιν οἰκείως ταῖς τῶν νηπίων ἡλικίαις·
子供の誕生に際しては、乳児は男たちに引き渡され、彼らが、それらの乳児を、その年齢に適した形で乳やその他の離乳食で育てるという。
εἰ δὲ τύχοι θῆλυ γεννηθέν, ἐπικάεσθαι αὐτοῦ τοὺς μαστούς, ἵνα μὴ μετεωρίζωνται κατὰ τοὺς τῆς ἀκμῆς χρόνους·
また、もし女児が生まれた場合には、思春期の時期にそれらが大きく膨らまないように、その乳房を焼き去るという。
ἐμπόδιον γὰρ οὐ τὸ τυχὸν εἶναι δοκεῖν πρὸς τὰς στρατείας τοὺς ἐξέχοντας τοῦ σώματος μαστούς·
というのも、身体から突き出ている乳房は、軍事遠征において小さからぬ障害になると考えられているからである。
διὸ καὶ τούτων αὐτὰς ἀπεστερημένας ὑπὸ τῶν Ἑλλήνων Ἀμαζόνας προσαγορεύεσθαι.
それゆえ、彼女たちがこれらを奪われていることから、ギリシア人たちによってアマゾン(乳のない者たち)と呼ばれているのである。
§3.53.4μυθολογοῦσι δʼ αὐτὰς ᾠκηκέναι νῆσον τὴν ἀπὸ μὲν τοῦ πρὸς δυσμὰς ὑπάρχειν αὐτὴν Ἑσπέραν προσαγορευθεῖσαν, κειμένην δʼ ἐν τῇ Τριτωνίδι λίμνῃ.
また人々は、彼女たちが島に住んでいたと伝えている。 その島は、西の方角に位置することからヘスペラと呼ばれ、トリトニス湖の中に位置している。
ταύτην δὲ πλησίον ὑπάρχειν τοῦ περιέχοντος τὴν γῆν ὠκεανοῦ, προσηγορεῦσθαι δʼ ἀπό τινος ἐμβάλλοντος εἰς αὐτὴν ποταμοῦ Τρίτωνος·
この湖は、大地を取り囲むオーケアノスの近くにあり、そこに流れ込むトリトンというある川から名付けられたという。
κεῖσθαι δὲ τὴν λίμνην ταύτην πλησίον Αἰθιοπίας καὶ τοῦ παρὰ τὸν ὠκεανὸν ὄρους, ὃ μέγιστον μὲν ὑπάρχειν τῶν ἐν τοῖς τόποις καὶ προπεπτωκὸς εἰς τὸν ὠκεανόν, ὀνομάζεσθαι δʼ ὑπὸ τῶν Ἑλλήνων Ἄτλαντα.
また、この湖はアイティオピアとオーケアノス沿いにある山の近くに位置しており、その山は、その地方で最も大きく、オーケアノスの中に突き出ており、ギリシア人たちによってアトラスと呼ばれているという。
§3.53.5τὴν δὲ προειρημένην νῆσον ὑπάρχειν μὲν εὐμεγέθη καὶ πλήρη καρπίμων δένδρων παντοδαπῶν, ἀφʼ ὧν πορίζεσθαι τὰς τροφὰς τοὺς ἐγχωρίους.
前述の島は極めて大きく、あらゆる種類の果樹に満ちており、それらから現地の住民が食物を得ていたという。
ἔχειν δʼ αὐτὴν καὶ κτηνῶν πλῆθος, αἰγῶν καὶ προβάτων, ἐξ ὧν γάλα καὶ κρέα πρὸς διατροφὴν ὑπάρχειν τοῖς κεκτημένοις σίτῳ δὲ τὸ σύνολον μὴ χρῆσθαι τὸ ἔθνος διὰ τὸ μήπω τοῦ καρποῦ τούτου τὴν χρείαν εὑρεθῆναι παρʼ αὐτοῖς.
またその島は、多くの家畜、すなわち山羊や羊も有しており、それらから、それらを所有する者たちに食料としての乳と肉が提供されていた。 しかし、その部族は穀物を全く用いなかった。 なぜなら、彼らの間ではこの作物の用途がまだ発見されていなかったからであるという。
§3.53.6τὰς δʼ οὖν Ἀμαζόνας ἀλκῇ διαφερούσας καὶ πρὸς πόλεμον ὡρμημένας τὸ μὲν πρῶτον τὰς ἐν τῇ νήσῳ.
さて、武勇において傑出し、戦争へと駆り立てられていたアマゾンたちは、まず第一に、島の中にある諸都市を征服したという。
πόλεις καταστρέφεσθαι πλὴν τῆς ὀνομαζομένης Μήνης, ἱερᾶς δʼ εἶναι νομιζομένης, ἣν κατοικεῖσθαι μὲν ὑπʼ Αἰθιόπων Ἰχθυοφάγων, ἔχειν δὲ πυρὸς ἐκφυσήματα μεγάλα καὶ λίθων πολυτελῶν πλῆθος τῶν ὀνομαζομένων παρʼ Ἕλλησιν ἀνθράκων καὶ σαρδίων καὶ σμαράγδων, μετὰ δὲ ταῦτα πολλοὺς τῶν πλησιοχώρων Λιβύων καὶ νομάδων καταπολεμῆσαι, καὶ κτίσαι πόλιν μεγάλην ἐντὸς τῆς Τριτωνίδος λίμνης, ἣν ἀπὸ τοῦ σχήματος ὀνομάσαι Χερρόνησον.
ただし、メーネーと呼ばれる都市は除かれた。 そこは神聖であると考えられており、魚食アイティオピア人たちが住んでおり、巨大な火の噴出口を擁し、ギリシア人によってアントラクス、サルディオン、スマラグドスと呼ばれる多くの高価な宝石を有していた。 その後、彼女たちは近隣のリビア人や遊牧民の多くを打ち破り、トリトニス湖の内部に巨大な都市を建設し、それをその形状からケルソネソスと名付けたという。