§3.52.1τούτων δʼ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη τοῖς προειρημένοις τόποις διελθεῖν τὰ περὶ τὰς Ἀμαζόνας ἱστορούμενα τὰς γενομένας τὸ παλαιὸν κατὰ τὴν Λιβύην.
これらが我々によって明確にされたので、前述の場所に関連して、古代にリビアに存在したアマゾンたちに関して歴史的に語られていることを詳しく説明するのがふさわしいであろう。
οἱ πολλοὶ μὲν γὰρ ὑπειλήφασι τὰς περὶ τὸν Θερμώδοντα ποταμὸν ἐν τῷ Πόντῳ λεγομένας κατῳκηκέναι μόνας ὑπάρξαι·
というのも、多くの人々はポントス地方のテルモドン川の周辺に居住したと言われている者たちだけが存在したと想定しているが、真実はそうではない。
τὸ δʼ ἀληθὲς οὐχ οὕτως ἔχει, διὰ τὸ πολὺ προτερεῖν τοῖς χρόνοις τὰς κατὰ Λιβύην καὶ πράξεις ἀξιολόγους ἐπιτελέσασθαι.
なぜなら、リビアの彼女たちのほうが時代的にはるかに先んじており、注目すべき偉業を成し遂げたからである。
§3.52.2οὐκ ἀγνοοῦμεν δὲ διότι πολλοῖς τῶν ἀναγινωσκόντων ἀνήκοος φανεῖται καὶ ξένη παντελῶς ἡ περὶ τούτων ἱστορία·
また、読者の多くの人々にとって、彼女たちに関する歴史がまったく耳新しく、完全に奇妙なものに思われるであろうことを、我々は知らないわけではない。
ἠφανισμένου γὰρ ὁλοσχερῶς τοῦ γένους τῶν Ἀμαζονίδων τούτων πολλαῖς γενεαῖς πρότερον τῶν Τρωικῶν, τῶν δὲ περὶ τὸν Θερμώδοντα ποταμὸν ἠκμακυιῶν μικρὸν πρὸ τούτων τῶν χρόνων, οὐκ ἀλόγως αἱ μεταγενέστεραι καὶ μᾶλλον γνωριζόμεναι τὴν δόξαν κεκληρονομήκασι τὴν τῶν παλαιῶν καὶ παντελῶς ἀγνοουμένων διὰ τὸν χρόνον ὑπὸ τῶν πλείστων.
というのも、これらアマゾネスの種族はトロイア戦争の時代より何世代も前に完全に消滅してしまい、他方、テルモドン川の周辺の彼女たちが全盛期を迎えたのは、このトロイア戦争の時代の少し前のことであったため、より後世の、そしてより知られている彼女たちが、時の経過ゆえに大半の人々から完全に忘れ去られた古代の彼女たちの名声を相続したのも、もっともなことなのである。
§3.52.3οὐ μὴν ἀλλʼ ἡμεῖς εὑρίσκοντες πολλοὺς μὲν τῶν ἀρχαίων ποιητῶν τε καὶ συγγραφέων, οὐκ ὀλίγους δὲ καὶ τῶν μεταγενεστέρων μνήμην πεποιημένους αὐτῶν, ἀναγράφειν τὰς πράξεις πειρασόμεθα ἐν κεφαλαίοις ἀκολούθως Διονυσίῳ τῷ συντεταγμένῳ τὰ περὶ τοὺς Ἀργοναύτας καὶ τὸν Διόνυσον καὶ ἕτερα πολλὰ τῶν ἐν τοῖς παλαιοτάτοις χρόνοις πραχθέντων.
それにもかかわらず、我々は、古代の詩人や歴史家たちの多くが、また後世の者たちの中にも少なからぬ者が、彼女たちの記憶を留めていることを見出しているので、アルゴナウタイやディオニュソス、そして他の多くの極めて古い時代に成し遂げられた事柄に関する歴史をまとめたディオニュシオスに従って、彼女たちの事績を要約して記録することを試みるつもりである。
§3.52.4γέγονε μὲν οὖν πλείω γένη γυναικῶν κατὰ τὴν Λιβύην μάχιμα καὶ τεθαυμασμένα μεγάλως ἐπʼ ἀνδρείᾳ·
さて、リビアには戦好む、そして勇猛さのゆえに大いに称賛された女性のいくつかの種族が存在した。
τό τε γὰρ τῶν Γοργόνων ἔθνος, ἐφʼ ὃ λέγεται τὸν Περσέα στρατεῦσαι, παρειλήφαμεν ἀλκῇ διαφέρον·
というのも、ペルセウスが遠征したと言われているゴルゴンたちの部族が武勇において傑出していたと我々は受け取っているからである。
τὸ γὰρ τὸν Διὸς μὲν υἱόν, τῶν δὲ καθʼ ἑαυτὸν Ἑλλήνων ἄριστον, τελέσαι μέγιστον ἆθλον τὴν ἐπὶ ταύτας στρατείαν τεκμήριον ἄν τις λάβοι τῆς περὶ τὰς προειρημένας γυναῖκας ὑπεροχῆς τε καὶ δυνάμεως·
ゼウスの息子であり、同時代のギリシア人の中で最も優れた者が、彼女たちに対する遠征を最大の難業として遂行したことを、前述の女性たちの卓越性と力についての証拠として見なすことができるであろう。
ἥ τε τῶν νῦν μελλουσῶν ἱστορεῖσθαι ἀνδρεία παράδοξον ἔχει τὴν ὑπεροχὴν πρὸς τὰς καθʼ ἡμᾶς φύσεις τῶν γυναικῶν συγκρινομένη.
そして、今やその歴史が語られようとしている者たちの勇気は、我々の時代の女性の性質と比較されるとき、驚くべき卓越性を持っているのである。