§3.53.1φασὶ γὰρ ὑπάρξαι τῆς Λιβύης ἐν τοῖς πρὸς ἑσπέραν μέρεσιν ἐπὶ τοῖς πέρασι τῆς οἰκουμένης ἔθνος γυναικοκρατούμενον καὶ βίον ἐζηλωκὸς οὐχ ὅμοιον τῷ παρʼ ἡμῖν.
For they say that in the western parts of Libya, at the ends of the inhabited world, there existed a nation ruled by women and pursuing a manner of life not like ours.
ταῖς μὲν γὰρ γυναιξὶν ἔθος εἶναι διαπονεῖν τὰ κατὰ πόλεμον, καὶ χρόνους ὡρισμένους ὀφείλειν στρατεύεσθαι, διατηρουμένης τῆς παρθενίας· διελθόντων δὲ τῶν ἐτῶν τῶν τῆς στρατείας προσιέναι μὲν τοῖς ἀνδράσι παιδοποιίας ἕνεκα, τὰς δʼ ἀρχὰς καὶ τὰ κοινὰ διοικεῖν ταύτας ἅπαντα.
For it was the custom for the women to perform military labors and to be obliged to serve in the army for a specified time, while preserving their virginity; and when the years of their military service had passed, they would approach the men for the purpose of procreation, but they themselves would administer the government and all public affairs.
§3.53.2τοὺς δʼ ἄνδρας ὁμοίως ταῖς παρʼ ἡμῖν γαμεταῖς τὸν κατοικίδιον ἔχειν βίον, ὑπηρετοῦντας τοῖς ὑπὸ τῶν συνοικουσῶν προσταττομένοις· μὴ μετέχειν δʼ αὐτοὺς μήτε στρατείας μήτʼ ἀρχῆς μήτʼ ἄλλης τινὸς ἐν τοῖς κοινοῖς παρρησίας, ἐξ ἧς ἔμελλον φρονηματισθέντες ἐπιθήσεσθαι ταῖς γυναιξί.
And the men, in the same manner as the wives among us, led a domestic life, serving what was ordered by those who lived with them; and they had no share in military service, nor in government, nor in any other freedom of speech in public affairs, from which they might, becoming proud, rise up against the women.
§3.53.3κατὰ δὲ τὰς γενέσεις τῶν τέκνων τὰ μὲν βρέφη παραδίδοσθαι τοῖς ἀνδράσι, καὶ τούτους διατρέφειν αὐτὰ γάλακτι καὶ ἄλλοις τισὶν ἑψήμασιν οἰκείως ταῖς τῶν νηπίων ἡλικίαις· εἰ δὲ τύχοι θῆλυ γεννηθέν, ἐπικάεσθαι αὐτοῦ τοὺς μαστούς, ἵνα μὴ μετεωρίζωνται κατὰ τοὺς τῆς ἀκμῆς χρόνους· ἐμπόδιον γὰρ οὐ τὸ τυχὸν εἶναι δοκεῖν πρὸς τὰς στρατείας τοὺς ἐξέχοντας τοῦ σώματος μαστούς· διὸ καὶ τούτων αὐτὰς ἀπεστερημένας ὑπὸ τῶν Ἑλλήνων Ἀμαζόνας προσαγορεύεσθαι.
And upon the birth of children, the infants were handed over to the men, and these would nourish them with milk and certain other cooked foods appropriate to the ages of the babies; and if it happened that a female was born, they would burn her breasts, so that they might not rise up in the times of maturity; for the breasts projecting from the body seemed to be no ordinary obstacle for military campaigns; and for this reason, because they were deprived of these, they were called Amazons by the Greeks.
§3.53.4μυθολογοῦσι δʼ αὐτὰς ᾠκηκέναι νῆσον τὴν ἀπὸ μὲν τοῦ πρὸς δυσμὰς ὑπάρχειν αὐτὴν Ἑσπέραν προσαγορευθεῖσαν, κειμένην δʼ ἐν τῇ Τριτωνίδι λίμνῃ.
And they relate that these women inhabited an island which was called Hespera from its being situated toward the west, and lying in Lake Tritonis.
ταύτην δὲ πλησίον ὑπάρχειν τοῦ περιέχοντος τὴν γῆν ὠκεανοῦ, προσηγορεῦσθαι δʼ ἀπό τινος ἐμβάλλοντος εἰς αὐτὴν ποταμοῦ Τρίτωνος· κεῖσθαι δὲ τὴν λίμνην ταύτην πλησίον Αἰθιοπίας καὶ τοῦ παρὰ τὸν ὠκεανὸν ὄρους, ὃ μέγιστον μὲν ὑπάρχειν τῶν ἐν τοῖς τόποις καὶ προπεπτωκὸς εἰς τὸν ὠκεανόν, ὀνομάζεσθαι δʼ ὑπὸ τῶν Ἑλλήνων Ἄτλαντα.
And this lake was near the ocean that surrounds the earth, and was named after a certain river Triton that empties into it; and this lake lay near Ethiopia and the mountain by the ocean, which is the largest of those in those places and projects into the ocean, and is named Atlas by the Greeks.
§3.53.5τὴν δὲ προειρημένην νῆσον ὑπάρχειν μὲν εὐμεγέθη καὶ πλήρη καρπίμων δένδρων παντοδαπῶν, ἀφʼ ὧν πορίζεσθαι τὰς τροφὰς τοὺς ἐγχωρίους.
And the aforementioned island was very large and full of all kinds of fruit-bearing trees, from which the inhabitants provided themselves with food.
ἔχειν δʼ αὐτὴν καὶ κτηνῶν πλῆθος, αἰγῶν καὶ προβάτων, ἐξ ὧν γάλα καὶ κρέα πρὸς διατροφὴν ὑπάρχειν τοῖς κεκτημένοις σίτῳ δὲ τὸ σύνολον μὴ χρῆσθαι τὸ ἔθνος διὰ τὸ μήπω τοῦ καρποῦ τούτου τὴν χρείαν εὑρεθῆναι παρʼ αὐτοῖς.
And it also had a multitude of beasts, goats and sheep, from which milk and meat were available for food to those who possessed them; but the nation did not use grain at all, because the use of this fruit had not yet been discovered among them.
§3.53.6τὰς δʼ οὖν Ἀμαζόνας ἀλκῇ διαφερούσας καὶ πρὸς πόλεμον ὡρμημένας τὸ μὲν πρῶτον τὰς ἐν τῇ νήσῳ. πόλεις καταστρέφεσθαι πλὴν τῆς ὀνομαζομένης Μήνης, ἱερᾶς δʼ εἶναι νομιζομένης, ἣν κατοικεῖσθαι μὲν ὑπʼ Αἰθιόπων Ἰχθυοφάγων, ἔχειν δὲ πυρὸς ἐκφυσήματα μεγάλα καὶ λίθων πολυτελῶν πλῆθος τῶν ὀνομαζομένων παρʼ Ἕλλησιν ἀνθράκων καὶ σαρδίων καὶ σμαράγδων, μετὰ δὲ ταῦτα πολλοὺς τῶν πλησιοχώρων Λιβύων καὶ νομάδων καταπολεμῆσαι, καὶ κτίσαι πόλιν μεγάλην ἐντὸς τῆς Τριτωνίδος λίμνης, ἣν ἀπὸ τοῦ σχήματος ὀνομάσαι Χερρόνησον.
At any rate, the Amazons, excelling in valor and eager for war, first subdued the cities in the island, except for the one called Mene, which was considered sacred; this was inhabited by the Fish-eating Ethiopians, and had large vents of fire and a multitude of precious stones, those called carbuncles, sard, and emeralds by the Greeks; and after this, they overcame many of the neighboring Libyans and nomads, and founded a large city within Lake Tritonis, which from its shape they named Chersonesus.