§3.42.1τὸ δʼ ἄλλο μέρος τῆς ἀντιπέρας παραλίου τὸ προσκεκλιμένον Ἀραβίᾳ πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν.
しかし我々は、アラビアに隣接する対岸の沿岸の残りの部分を再び取り上げ、湾の奥から順に説明しよう。
οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφθέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως ὠκεανοῦ παρηκούσης Ἀραβίας.
というのも、この[湾奥]はポセイデイオンと呼ばれているが、それはオケアノスまで延びるアラビアの偵察のためにプトレマイオスによって派遣されたアリストンが、海のポセイドンに祭壇を築いたからである。
§3.42.2ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραθαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως διὰ τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ.
この湾奥に続いて、そこから得られる実用性のために、現地の人々によって格別に尊ばれている沿岸の場所がある。
οὗτος δʼ ὀνομάζεται μὲν Φοινικών, ἔχει δὲ πλῆθος τούτου τοῦ φυτοῦ πολύκαρπον καθʼ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τρυφὴν διαφέρον.
これはポイニコンと呼ばれており、この植物を極めて豊作に、かつ享受と享楽のために格別に有している。
§3.42.3πᾶσα δʼ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει·
近隣の土地はすべて流水を欠いており、南への傾斜のために灼熱している。
διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανθρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφάς, εἰκότως οἱ βάρβαροι καθιερώκασι.
それゆえ、最も人が住まない地域にありながら食物を供給するこの樹木の生い茂った場所を、異民族たちが神聖なものとしたのは当然のことである。
καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι·
というのも、そこには少なからぬ水の泉や流れが湧き出ており、それらは雪の冷たさに少しも劣らないからである。
αὗται δʼ ἐφʼ ἑκάτερα τὰ μέρη τὰ κατὰ γῆν χλοερὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ.
そしてこれらは、陸地の両側を緑豊かにし、完全に愉快なものにしている。
§3.42.4ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίθου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις.
また、そこには硬い石でできた古い祭壇もあり、未知の古代の文字による碑文が刻まれている。
ἐπιμέλονται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνή, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες.
原型として、一生涯その神職を保持する一人の男と一人の女が、その聖域を管理している。
μακρόβιοι δʼ εἰσὶν οἱ τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον.
そこに住む人々は長寿であり、野獣への恐れから樹木の上に寝床を設けている。
§3.42.5παραπλεύσαντι δὲ τὸν Φοινικῶνα πρὸς ἀκρωτηρίῳ τῆς ἠπείρου νῆσός ἐστιν ἀπὸ τῶν ἐναυλιζομένων ἐν αὐτῇ ζῴων Φωκῶν νῆσος ὀνομαζομένη·
ポイニコンを沿岸航海して通り過ぎる者にとって、大陸の岬の近くに島があり、そこに棲息する動物にちなんでアザラシ島と呼ばれている。
τοσοῦτο γὰρ πλῆθος τῶν θηρίων τούτων ἐνδιατρίβει τοῖς τόποις ὥστε θαυμάζειν τοὺς ἰδόντας.
というのも、これほど多くのこれらの獣がその場所に留まっているため、それを見た者たちが驚嘆するほどだからである。
τὸ δὲ προκείμενον ἀκρωτήριον τῆς νήσου κεῖται κατὰ τὴν καλουμένην Πέτραν καὶ τὴν Παλαιστίνην·
その島に面している岬は、いわゆるペトラおよびパレスティナの向かいに位置している。
εἰς γὰρ ταύτην τόν τε λίβανον καὶ τἄλλα φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα κατάγουσιν, ὡς λόγος, ἐκ τῆς ἄνω λεγομένης Ἀραβίας οἵ τε Γερραῖοι καὶ Μιναῖοι.
というのも、言い伝えによれば、ゲッライオイ人とミナイオイ人が、いわゆる上部アラビアから、乳香やその他の芳香に関する貨物をここへと運び下ろすからである。