§3.41.1ἀπὸ δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων θήραν ἀπηγγείλαμεν·
これらの場所から、プトレマイスからタウロイ岬に至る沿岸航海については、プトレマイオスの象狩りについて報告した際に、我々はすでに述べた。
ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολάς, κατὰ δὲ τὴν θερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παρʼ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν.
しかし、タウロイからは沿岸は東の方へと曲がっており、夏至においては、影は我々のところとは反対に、南の方へと第二時まで落ちる。
§3.41.2ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα, ῥέοντας ἐκ τῶν ὀρῶν τῶν προσαγορευομένων Ψεβαίων.
その土地はまた、プセバイオイと呼ばれる山々から流れる川をも有している。
διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα μεγέθη·
また、ゼニアオイやコショウソウ、そしてナツメヤシの信じがたい大きさを生み出す広大な平野によって分けられている。
ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωθράν, ἀγνοουμένους δὲ παρʼ ἡμῖν.
また、様々な果実をもたらすが、それらは味においては刺激がなく、我々の間では知られていないものである。
§3.41.3ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν θηρίων ἀλκίμων.
内陸へと伸びる地方は、象や野生の牡牛、獅子、そして他の多くの様々な強力な野獣で満ちている。
ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δʼ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι θαυμαστά.
また、その水路は、栽培された果実をまったく実らせないが、独自の種類の、そして見た目に驚くべき鳥たちを育む島々によって分けられている。
§3.41.4ἡ δʼ ἑξῆς θάλαττα βαθεῖα παντελῶς ἐστι, καὶ κήτη φέρει παντοδαπὰ παράδοξα τοῖς μεγέθεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνθρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ·
それに続く海は完全に深く、その大きさにおいて驚くべき、あらゆる種類の海の怪獣を抱えている。 しかし、それらは人間に危害を加えることはない。 ただし、誰かが不意にそれらの背びれにぶつかってしまわない限りは。
οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς θαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους.
というのも、それらは航海する者を追跡することができないからである。 海から体を持ち上げた際に、太陽の光によってそれらの眼が暗くなってしまうからである。
ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτικῆς ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας.
それゆえ、トログロデュティケのこれらの地域は、プセバイアイと呼ばれる岬によって境界を画され、最果てのものとして知られている。