Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.41.1-3.41.4

陶里岬外的自然环境与海洋巨兽

第 202 段,共 406 段 · 希腊语

内容简介

本节描述了从托勒迈斯到陶里岬角沿海地区的地理特征、野生动植物,以及深海中无害的巨大海洋巨兽,并将此地认定为穴居人土地的尽头。

§3.41.1ἀπὸ δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων θήραν ἀπηγγείλαμεν·
从这些地方开始,我们先前已经讲述了从托勒迈斯到陶里岬角的沿海航行,当时我们报告了托勒密的象猎。
ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολάς, κατὰ δὲ τὴν θερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παρʼ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν.
但从陶里开始,沿海转向东方,而在夏至时,影子朝向南方落下,与我们那里的影子相反,一直持续到第二时。
§3.41.2ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα, ῥέοντας ἐκ τῶν ὀρῶν τῶν προσαγορευομένων Ψεβαίων.
该地区也有河流,从被称为普塞拜奥伊的山脉流出。
διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα μεγέθη· ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωθράν, ἀγνοουμένους δὲ παρʼ ἡμῖν.
它也被产出令人难以置信之巨大的葵菜、独行菜和椰枣的广阔平原所分隔;它还结出各种果实,其味道平淡,而在我们这里是不为人知的。
§3.41.3ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν θηρίων ἀλκίμων.
而向内陆延伸的地区则充满了大象、野牛、狮子以及许多其他各种强悍的野兽。
ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δʼ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι θαυμαστά.
而水道被一些岛屿分隔开,这些岛屿不产任何驯化的果实,却养育着独特种类的、在外观上令人惊叹的鸟类。
§3.41.4ἡ δʼ ἑξῆς θάλαττα βαθεῖα παντελῶς ἐστι, καὶ κήτη φέρει παντοδαπὰ παράδοξα τοῖς μεγέθεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνθρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ·
接下来的海洋完全是深海,并且孕育着各种在大小上令人惊异的海洋巨兽,然而它们并不伤害人类,除非有人无意中撞上它们的背鳍。
οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς θαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους.
因为它们无法追逐航行者,因为在它们升出海面时,其眼睛会被太阳的光芒弄得昏暗。
ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτικῆς ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας.
因此,特罗格洛杜蒂卡的这些区域被认为是其最边缘,由他们称为普塞拜埃的岬角所界定。

词汇与语法注释

  1. 3.41.1ταῖς παρʼ ἡμῖν — “我们那里的那些”。定冠词 ταῖς 指代前文提到的 αἱ σκιαί(影子)。
  2. 3.41.4ὡς ἂν ... ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων — ὡς 接受格独立结构(ἀμαυρουμένων ... τῶν ὀμμάτων)。小词 ἄν 与 ὡς 连用,赋予分词一种潜在或假设的语气(“因为它们的眼睛会被弄得昏暗”或“仿佛它们的眼睛被弄得昏暗一样”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.41.1-3.41.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.41.1-3.41.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。