§3.31.1τὰς δʼ ἐσχατιὰς τῶν πρὸς μεσημβρίαν μερῶν κατοικοῦσιν ἄνδρες ὑπὸ μὲν τῶν Ἑλλήνων καλούμενοι Κυναμολγοί, κατὰ δὲ τὴν τῶν πλησιοχώρων βαρβάρων διάλεκτον Ἄγριοι.
南方の地域の最果ての地には、ギリシア人からはクナモルゴイと呼ばれ、近隣のバルバロイの言語ではアグリオイと呼ばれる人々が住んでいる。
οὗτοι δὲ πώγωνας μὲν φέρουσι παμμεγέθεις, κυνῶν δὲ τρέφουσιν ἀγρίων ἀγέλας πρὸς τὴν τοῦ βίου χρείαν εὐθέτους.
彼らは非常に大きな髭を蓄えており、生活の必要のために都合の良い、野生の犬の群れを飼育している。
§3.31.2ἀπὸ γὰρ τῶν πρώτων τροπῶν τῶν θερινῶν μέχρι μέσου χειμῶνος Ἰνδικοὶ βόες ἀμύθητοι τὸ πλῆθος ἐπιφοιτῶσιν αὐτῶν τὴν χώραν, ἀδήλου τῆς αἰτίας οὔσης·
というのも、夏至から真冬の半ばにかけて、数知れないほどのインドの牛が彼らの国にやって来るからである。 その原因は不明である。
οὐδεὶς γὰρ οἶδεν εἴθʼ ὑπὸ ζῴων πολλῶν καὶ σαρκοφάγων πολεμούμενοι φεύγουσιν, εἴτε διʼ ἔνδειαν τροφῆς ἐκλείποντες τοὺς οἰκείους τόπους εἴτε διʼ ἄλλην περιπέτειαν, ἣν ἡ μὲν πάντα τὰ παράδοξα γεννῶσα φύσις κατασκευάζει, τὸ δὲ τῶν ἀνθρώπων γένος ἀδυνατεῖ τῷ νῷ συνιδεῖν.
というのも、多くの肉食獣に襲われて逃げてきているのか、あるいは食糧の不足のために本来の土地を離れているのか、それとも、あらゆる奇妙なものを生み出す自然がもたらすものの、人類が知性によって理解することはできない、他の何らかの災変によるものなのか、誰も知らないからである。
§3.31.3οὐ μὴν ἀλλὰ τοῦ πλήθους οὐ κατισχύοντες διʼ ἑαυτῶν περιγενέσθαι τοὺς κύνας ἐπαφιᾶσι, καὶ μετὰ τούτων ποιούμενοι τὴν θήραν πολλὰ πάνυ τῶν ζῴων χειροῦνται·
とはいえ、彼らは自力ではその大群に打ち勝つことができないため、犬たちを放ち、これらとともに狩りを行うことで、非常に多くの動物を捕らえる。
τῶν δὲ ληφθέντων ἃ μὲν πρόσφατα κατεσθίουσιν, ἃ δὲ εἰς ἅλας συντιθέντες ἀποθησαυρίζουσι.
そして捕らえたもののうち、あるものは新鮮なうちに平らげ、あるものは塩漬けにして蓄えておく。
πολλὰ δὲ καὶ τῶν ἄλλων ζῴων διὰ τῆς τῶν κυνῶν ἀλκῆς θηρεύοντες ἀπὸ κρεοφαγίας τὸν βίον ἔχουσι.
また、犬たちの強さによって他の多くの動物をも狩り、肉食によって生活を営んでいる。
§3.31.4τὰ μὲν οὖν τελευταῖα γένη τῶν πρὸς μεσημβρίαν οἰκούντων ἐν μορφαῖς ἀνθρώπων τὸν βίον ἔχει θηριώδη·
さて、南方に住む人々のうちで最も極端な部族は、人間の姿をしながらも、獣のような生活を送っている。
λείπεται δὲ διελθεῖν ὑπὲρ δύο ἐθνῶν, τῶν τε Αἰθιόπων καὶ τῶν Τρωγλοδυτῶν.
あとは、二つの民族、すなわちアイティオピア人とトローグロデュタイについて述べるべきことが残されている。
ἀλλὰ περὶ μὲν Αἰθιόπων ἀναγεγράφαμεν ἐν ἄλλοις, περὶ δὲ τῶν Τρωγλοδυτῶν νῦν ἐροῦμεν.
しかし、アイティオピア人については他の箇所で既に記述したので、今はトローグロデュタイについて述べることにしよう。