§2.4.1ἐπεὶ δὲ μετὰ τὴν κτίσιν ταύτην ὁ Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν ᾗ Σεμίραμιν ἔγημε τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν ὧν παρειλήφαμεν, ἀναγκαῖόν ἐστι περὶ αὐτῆς προειπεῖν πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχθη δόξαν.
しかし、この創建の後、ニノスがバクトリアネへ遠征し、そこで歴史上私たちが知るすべての女性の中で最も輝かしいセミラミスを妻としたため、彼女について、いかにして卑賎な境遇からこれほどの栄誉へと引き上げられたかを、あらかじめ語っておくことが必要である。
§2.4.2κατὰ τὴν Συρίαν τοίνυν ἔστι πόλις Ἀσκάλων, καὶ ταύτης οὐκ ἄπωθεν λίμνη μεγάλη καὶ βαθεῖα πλήρης ἰχθύων.
さて、シリアにはアスカロンという都市があり、その近くに、魚が豊富な大きくて深い湖がある。
παρὰ δὲ ταύτην ὑπάρχει τέμενος θεᾶς ἐπιφανοῦς, ἣν ὀνομάζουσιν οἱ Σύροι Δερκετοῦν·
その傍らには、顕現する女神の神域があり、シリア人たちは彼女をデルケトと呼んでいる。
αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει γυναικός, τὸ δʼ ἄλλο σῶμα πᾶν ἰχθύος διά τινας τοιαύτας αἰτίας.
この女神は、顔は女性であるが、身体の他の部分はすべて魚である。 これには、以下のような理由がある。
§2.4.3μυθολογοῦσιν οἱ λογιώτατοι τῶν ἐγχωρίων τὴν Ἀφροδίτην προσκόψασαν τῇ προειρημένῃ θεᾷ δεινὸν ἐμβαλεῖν ἔρωτα νεανίσκου τινὸς τῶν θυόντων οὐκ ἀειδοῦς·
地元の最も博識な人々が語る神話によれば、アプロディテが前述の女神に怒りを抱き、生贄を捧げていた若者の一人で容姿の悪くない者に対する、激しい恋心を彼女に植え付けた。
τὴν δὲ Δερκετοῦν μιγεῖσαν τῷ Σύρῳ γεννῆσαι μὲν θυγατέρα, καταισχυνθεῖσαν δʼ ἐπὶ τοῖς ἡμαρτημένοις τὸν μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ παιδίον εἴς τινας ἐρήμους καὶ πετρώδεις τόπους ἐκθεῖναι·
そしてデルケトはそのシリア人と交わって娘を産んだが、自分の過ちを恥じて、その若者を消し去り、赤ん坊をどこか荒涼とした岩だらけの場所に遺棄した。
ἑαυτὴν δὲ διὰ τὴν αἰσχύνην καὶ λύπην ῥίψασαν εἰς τὴν λίμνην μετασχηματισθῆναι τὸν τοῦ σώματος τύπον εἰς ἰχθῦν·
そして自分自身は恥と悲しみのために湖に身を投げ、身体の形を魚に変えた。
διὸ καὶ τοὺς Σύρους μέχρι τοῦ νῦν ἀπέχεσθαι τούτου τοῦ ζῴου καὶ τιμᾶν τοὺς ἰχθῦς ὡς θεούς.
それゆえ、シリア人たちは現在に至るまでこの生き物を食べることを避け、魚を神々として崇拝しているのである。
§2.4.4περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέθη πλήθους περιστερῶν ἐννεοττεύοντος παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσθαι·
赤ん坊が遺棄された場所の周辺には、多くの鳩が巣を作っていたが、不思議なことにかつ神がかり的に、赤ん坊はこれらによって養育された。
τὰς μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόθεν θάλπειν, τὰς δʼ ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούς τε βουκόλους καὶ τοὺς ἄλλους νομεῖς ἀπόντας, ἐν τῷ στόματι φερούσας γάλα διατρέφειν παρασταζούσας ἀνὰ μέσον τῶν χειλῶν.
すなわち、ある鳩たちは翼で赤ん坊の身体を包み込んで四方から温め、別の鳩たちは、近くの牧舎から、牛飼いや他の牧人たちが留守にしているのを見計らうと、口に牛乳を含んで運んできて、唇の間に滴らせて養ったのである。
§2.4.5ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν τυρῶν παρέχεσθαι τροφὴν ἀρκοῦσαν.
赤ん坊が一歳になり、より固い食物を必要とするようになると、鳩たちはチーズをついばみ取って十分な食物を与えた。
τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ θεωροῦντας περιβεβρωμένους τοὺς τυροὺς θαυμάσαι τὸ παράδοξον·
牧人たちは戻ってきてチーズが周囲からかじられているのを見て、その奇妙な出来事に驚いた。
παρατηρήσαντας οὖν καὶ μαθόντας τὴν αἰτίαν εὑρεῖν τὸ βρέφος, διαφέρον τῲ κάλλει.
そこで、注意深く観察してその原因を知ると、美しさにおいて際立っている赤ん坊を見つけた。
§2.4.6εὐθὺς οὖν αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασθαι τῷ προεστηκότι τῶν βασιλικῶν κτηνῶν, ὄνομα Σίμμᾳ·
そこで、彼らはすぐにその赤ん坊を牧舎に連れて行き、王の家畜の管理者で、シマスという名前の者に贈った。
καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς θυγάτριον μετὰ πάσης ἐπιμελείας, ὄνομα θέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπʼ ἐκείνων τῶν χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς θεὰς τιμῶντες.
彼は子供がいなかったため、赤ん坊を実の娘のように細心の注意を払って育て、「セミラミス」と名付けた。 この名はシリア人の言語で「鳩」に由来して名付けられたものであり、この時代以来、シリアに住むすべての人が鳩を女神として崇拝し続けている。